• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

54.

Εἶθ' ἑξῆς φησιν· Εἰ καὶ ἄγγελος οὗτος πρὸς ἀνθρώπους ἦλθεν, ἆρα πρῶτος ἧκε καὶ μόνος, ἢ καὶ ἄλλοι πρότερον; Καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ <γένει τῶν ἀνθρώπων·> καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος.

Εἶτ' ἀπαντᾷ ἑαυτῷ, ὡς βούλεται· Οὕτω δ' οὐ μόνος ἱστόρηται ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων, ὡς καὶ τοὺς προφάσει τῆς διδασκαλίας τοῦ ὀνόματος Ἰησοῦ ἀποστάντας τοῦ δημιουργοῦ ὡς ἐλάττονος καὶ προσεληλυθότας ὡς κρείττονί τινι θεῷ καὶ πατρὶ τοῦ ἐπιδημήσαντος φάσκειν ὅτι καὶ πρὸ τούτου ἐπεδήμησάν τινες ἀπὸ τοῦ δημιουργοῦ τῷ γένει τῶν ἀνθρώπων. Ἐπεὶ δὲ φιλαλήθως τὰ κατὰ τὸν τόπον ἐξετάζομεν, φήσομεν ὅτι ὁ Μαρκίωνος γνώριμος Ἀπελλῆς, αἱρέσεώς τινος γενόμενος πατὴρ καὶ μῦθον ἡγούμενος εἶναι τὰ Ἰουδαίων γράμματα, φησὶν ὅτι μόνος οὗτος ἐπιδεδήμηκε τῷ γένει τῶν ἀνθρώπων. Οὐδὲ πρὸς ἐκεῖνον οὖν, λέγοντα μόνον ἐπιδεδημηκέναι τὸν Ἰησοῦν ἀπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις, εὐλόγως ἂν ὁ Κέλσος φέροι τὰ περὶ τοῦ καὶ ἄλλους ἐληλυθέναι, ἀπιστοῦντα, ὡς προείπομεν, ταῖς παραδοξότερα ἀπαγγελλούσαις Ἰουδαίων γραφαῖς· πολλῷ δὲ πλέον οὐ προσήσεται ἅπερ ἔοικε παρακούσας ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων τεθεικέναι ὁ Κέλσος. Οὐδεὶς τοίνυν ἐλέγχει ἡμᾶς ψευδομένους καὶ τὰ ἐναντία τιθέντας, ὅτι τε μόνος ἦλθεν ὁ σωτὴρ ἡμῶν καὶ ὅτι, ἐπεὶ ἄλλοι πολλοὶ πολλάκις ἐληλύθασι. Πάνυ δὲ συγκεχυμένως ἐν τῇ περὶ τῶν ἐληλυθότων πρὸς ἀνθρώπους ἀγγέλων ἐξετάσει τίθησι τὰ ἀτρανώτως ἐλθόντα εἰς αὐτὸν ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων· ἅτινα οὐδ' αὐτὰ φαίνεται ἀναγνοὺς οὐδὲ γνωρίσας ὅτι ἐν ταῖς ἐκκλησίαις οὐ πάνυ φέρεται ὡς θεῖα τὰ ἐπιγεγραμμένα τοῦ Ἐνὼχ βιβλία· ὅθεν νομισθείη ἂν ἐῤῥιφέναι τὸ ὁμοῦ ἑξήκοντα ἢ ἑβδομήκοντα καταβεβηκέναι, κακοὺς γενομένους.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité