55.
Ἀλλ' ἵνα καὶ εὐγνωμονέστερον αὐτῷ δῶμεν ἃ μὴ ἑώρακεν ἀπὸ τῶν ἐν τῇ Γενέσει γεγραμμένων, ὅτι «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο»· οὐδὲν ἧττον καὶ περὶ τούτων τοῖς δυναμένοις ἀκούειν προφητικοῦ βουλήματος πείσομεν ὅτι καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον, ἐν ἐπιθυμίᾳ γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ τροπολογῶν ἔφασκε λελέχθαι «θυγατέρας ἀνθρώπων». Πλὴν ὅπως ποτ' ἂν ἔχῃ καὶ τὰ περὶ τοὺς ἐπιθυμήσαντας θυγατέρων ἀνθρώπων υἱοὺς θεοῦ, οὐδὲν αὐτῷ συμβάλλεται ὁ λόγος πρὸς τὸ μὴ μόνον τὸν Ἰησοῦν ὡς ἄγγελον ἐπιδεδημηκέναι τοῖς ἀνθρώποις, σωτῆρα καὶ εὐεργέτην ἐναργῶς πάντων τῶν μεταβαλλόντων ἀπὸ τῆς χύσεως τῆς κακίας γεγενημένον.
Εἶτα φύρων καὶ συγχέων ἃ ὅπως ποτὲ ἤκουσε καὶ τὰ ὅπου ποτ' οὖν γεγραμμένα, εἴτε δεδογμένα θεῖα εἶναι παρὰ Χριστιανοῖς εἴτε καὶ μή, φησὶ τοὺς ὁμοῦ καταβεβηκότας ἑξήκοντα ἢ ἑβδομήκοντα κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ. Καὶ φέρει ὡς ἀπὸ τοῦ Ἐνώχ, οὐκ ὀνομάζων αὐτόν, τό· ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα, πρᾶγμα οὔτε λεγόμενον οὔτ' ἀκουόμενον ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ. Οὐδὲ γὰρ ἀνόητος οὕτως τις ἦν, ἵνα σωματοποιήσῃ δάκρυα παραπλήσια τοῖς τῶν ἀνθρώπων ἐν τοῖς καταβεβηκόσιν ἐξ οὐρανοῦ ἀγγέλοις. Καὶ εἰ χρή γε παίζειν πρὸς τὰ καθ' ἡμῶν σπουδαζόμενα τῷ Κέλσῳ, λεκτέον ὅτι οὐκ ἄν τις εἶπε τὰς θερμὰς πηγάς, ὧν αἱ πλεῖσται γλυκεῖαί εἰσι, δάκρυα εἶναι τῶν ἀγγέλων, ἐπεὶ ἡ φύσις τῶν δακρύων ἐστὶν ἁλμυρά· εἰ μὴ ἄρα οἱ κατὰ τὸν Κέλσον ἄγγελοι γλυκέα δακρύουσιν.