60.
Εἰ δ' ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι, περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας. Καὶ λέγομεν δ' ὅτι, «ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν κεῖται» τῷ τοῖς τὴν διὰ Ἰησοῦ Χριστοῦ μὴ ἀσπασαμένοις ὁδὸν ἐπικεκρύφθαι τὸ βούλημα τοῦ Μωϋσέως νόμου. Ἴσμεν δ' ὅτι, «ἐὰν ἐπιστρέψῃ τις πρὸς τὸν κύριον» – «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι» – , περιαιρεθεὶς «τὸ κάλυμμα» «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν» ἐν τοῖς κεκρυμμένοις νοήμασι κατὰ τὰ γράμματα «δόξαν τοῦ κυρίου» ὡσπερεὶ κατοπτρίζεται καὶ μεταλαμβάνει τῆς καλουμένης θείας δόξης εἰς τὴν ἑαυτοῦ δόξαν – τροπικῶς μὲν λεγομένου προσώπου γυμνότερον δ' ὡς ἂν ὀνομάσαι τις τοῦ νοῦ – , ἐν ᾧ ἐστι τὸ «κατὰ τὸν ἔσω ἄνθρωπον» πρόσωπον, πληρούμενον φωτὸς καὶ δόξης ἀπὸ τῆς περὶ τῶν κατὰ τοὺς νόμους ἀληθείας.