• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

14.

Καίτοι γε ἄλλους μέν φησιν ἀπαιδευτοτάτους εἶναι καὶ ἀνδράποδα καὶ ἀμαθεστάτους ὁ Κέλσος, τοὺς μὴ ἐπισταμένους αὐτοῦ τὰ πράγματα μηδὲ παιδευθέντας τὰ Ἑλλήνων μαθήματα· ἡμεῖς δὲ ἀπαιδευτοτάτους φαμὲν τοὺς μὴ αἰσχυνομένους ἐν τῷ τοῖς ἀψύχοις προσλαλεῖν καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλουμένους περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῦντας περὶ δ' ἐπικουρίας τὸ ἀπορώτατον ἱκετεύοντας. Κἄν τινες δὲ μὴ ταῦτα φῶσιν εἶναι τοὺς θεοὺς ἀλλὰ μιμήματα τῶν ἀληθινῶν κἀκείνων σύμβολα, οὐδὲν ἧττον καὶ οὗτοι, ἐν βαναύσων χερσὶ τὰ μιμήματα τῆς θειότητος φανταζόμενοι εἶναι, ἀπαίδευτοί εἰσι καὶ ἀνδράποδα καὶ ἀμαθεῖς· ὡς τοὺς ἐσχάτους τῶν ἐν ἡμῖν ἀπηλλάχθαι ταύτης τῆς ἀπαιδευσίας καὶ τῆς ἀμαθίας, καὶ φρονιμωτάτοις δὲ τὴν θείαν ἐλπίδα νοεῖσθαι καὶ καταλαμβάνεσθαί φαμεν. Λέγομεν δὲ καὶ οὐχ οἷόν τ' εἶναι μὴ ἐγγυμνασάμενον τῇ ἀνθρωπίνῃ σοφίᾳ χωρεῖν τὴν θειοτέραν, καὶ μωρίαν πᾶσαν τὴν ἀνθρωπίνην σοφίαν ὡς πρὸς τὴν θείαν ὁμολογοῦμεν.

Εἶτα δέον αὐτὸν ἀγωνίζεσθαι περὶ τοῦ λόγου, ὁ δὲ γόητας ἡμᾶς καλεῖ καί φησιν ὅτι φεύγομεν τοὺς χαριεστέρους προτροπάδην ὡς οὐχ ἑτοίμους ἀπατᾶσθαι, παλεύομεν δὲ τοὺς ἀγροικοτέρους. Οὐ γὰρ εἶδεν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ τοῖς ἔξωθεν μαθήμασι πεπαιδευμένους τοὺς παρ' ἡμῖν σοφούς, Μωϋσέα μὲν «πάσῃ Αἰγυπτίων σοφίᾳ», Δανιὴλ δὲ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ πᾶσι τοῖς Ἀσσυρίων γράμμασιν, ὥστ' αὐτοὺς εὑρεθῆναι πάντων τῶν ἐκεῖ σοφῶν δεκαπλασίους. Καὶ νῦν δὲ αἱ ἐκκλησίαι ἔχουσι μὲν ἀνάλογον τοῖς πλήθεσιν ὀλίγους σοφοὺς προσελθόντας καὶ ἀπὸ τῆς καλουμένης παρ' ἡμῖν «κατὰ σάρκα» σοφίας, ἔχουσι δὲ καὶ τοὺς διαβεβηκότας ἀπ' ἐκείνης ἐπὶ τὴν θείαν σοφίαν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung