15.
Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινοφροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ' ἡμῖν κακολογεῖν, οἴεται δ' αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησι ποὺ ἐν τοῖς Νόμοις· «Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ' ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολελειμμένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος»· οὐχ ὁρῶν ὅτι παρὰ τοῖς πολὺ Πλάτωνος ἀρχαιοτέροις λέλεκται ἐν εὐχῇ τό· «Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, εἰ μὴ ἐταπεινοφρόνουν.» Ἅμα δὲ δηλοῦται διὰ τούτων ὅτι οὐ πάντως ὁ ταπεινοφρονῶν ἀσχημόνως καὶ ἀπαισίως ταπεινοῦται, χαμαιπετὴς ἐπὶ τῶν γονάτων καὶ πρηνὴς ἐῤῥιμμένος, ἐσθῆτα δυστήνων ἀμφισκόμενος καὶ κόνιν ἐπαμώμενος. Ὁ γὰρ κατὰ τὸν προφήτην ταπεινοφρονῶν, πορευόμενος «ἐν μεγάλοις καὶ θαυμασίοις» τοῖς ὑπὲρ αὐτόν, τοῖς ἀληθῶς «μεγάλοις» δόγμασι καὶ τοῖς «θαυμασίοις» νοήμασι, ταπεινοῖ ἑαυτὸν «ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ».
Εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον. Μᾶλλον γὰρ τοῦ κατὰ Πλάτωνα ταπεινοῦ καὶ κεκοσμημένου «ταπεινὸς καὶ κεκοσμημένος» ἐστὶν ὁ κεκοσμημένος μὲν διὰ τὸ πορεύεσθαι «ἐν μεγάλοις» καὶ «θαυμασίοις» ὑπὲρ αὐτόν· ταπεινὸς δέ, ἐπεὶ καὶ ἐν τούτοις ὢν ταπεινοῦται ἑκών, οὐχ ὑπὸ τὸν τυχόντα ἀλλ' «ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ», διὰ τοῦ διδασκάλου τῶν τοιούτων μαθημάτων Ἰησοῦ· «ὃς» «οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών», «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Καὶ οὕτω μέγα δόγμα τὸ περὶ ταπεινοφροσύνης ἐστίν, ὡς μὴ τὸν τυχόντα διδάσκαλον ἔχειν περὶ αὐτοῦ, ἀλλ' αὐτὸν λέγειν τὸν τηλικοῦτον ἡμῶν σωτῆρα· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.»