19.
Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεόν, ὑπεραναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν. Ἐν τούτοις δὲ οὐ διασαφεῖ, πότερον καὶ τὸν Ἰουδαίων θεὸν ὑπεραναβαίνουσιν ἢ μόνον ὃν ὀμνύουσιν οὐρανόν. Περὶ μὲν οὖν τῶν ἕτερον ἐπαγγελλομένων θεὸν παρὰ τὸν καὶ ὑπὸ Ἰουδαίων προσκυνούμενον οὐ πρόκειται νῦν ἡμῖν λέγειν, περὶ δὲ ἑαυτῶν ἀπολογεῖσθαι καὶ δεικνύναι ὅτι οὐ δύνανται οἱ παρ' ἡμῖν Ἰουδαίων προφῆται ἀπὸ Πλάτωνός τι εἰληφέναι· πρεσβύτεροι γὰρ ἦσαν αὐτοῦ. Οὔτ' οὖν τὴν φάσκουσαν λέξιν· «Περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα» ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος – ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ – , οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ Δαυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ ὑπαρχόντων περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν· «Αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.»
Ἐγὼ δὲ οὐκ ἀπογινώσκω τὰς ἀπὸ τοῦ Φαίδρου λέξεις ἀπό τινων Ἑβραίων μεμαθηκότα τὸν Πλάτωνα, ὡς δέ τινες ἀνέγραψαν, ἔτι καὶ τοῖς προφητικοῖς ἐντυχόντα λόγοις ἐκτεθεῖσθαι, ἐν οἷς ἔλεγεν· «Τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ' ἀξίαν» καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ «Ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατή, περὶ ὃν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον.» Καὶ ἀπ' ἐκείνων γε τῶν λόγων παιδευθεὶς ὁ Παῦλος ἡμῶν καὶ ποθῶν τὰ ὑπερκόσμια καὶ ὑπερουράνια καὶ δι' ἐκεῖνα πάντα πράττων, ἵν' αὐτῶν τύχῃ, φησὶν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.»