• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

28.

Τοιοῦτόν τι δή μοι φαίνεται ὁ Κέλσος οἰκονομῶν ἐκτεθεῖσθαι, ὡς ἄρα Χριστιανοὶ λέγουσι κατηραμένον θεὸν τὸν δημιουργόν, ἵν' ὁ πιστεύων αὐτῷ ταῦτα καθ' ἡμῶν λέγοντι εἰ δυνατὸν καὶ ἐπὶ τὸ αἱρεῖν ὁρμήσαι Χριστιανοὺς ὡς πάντων ἀσεβεστάτους. Φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηραμένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει, γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις εἰσηγουμένῳ, κατηράσατο.

Εἰδέναι δ' αὐτὸν ἐχρῆν ὅτι οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος καὶ Τιτᾶνας καὶ Γίγαντας τοὺς μυθικοὺς ὑπερβαλόντες καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοί, ὥστ' οὐκ ἔλαττον Κέλσου κατηγορεῖν αὐτοὺς τοῦ Ἰησοῦ καὶ μὴ πρότερον προσίεσθαί τινα ἐπὶ τὸ συνέδριον ἑαυτῶν, ἐὰν μὴ ἀρὰς θῆται κατὰ τοῦ Ἰησοῦ. Ὅρα γοῦν πῶς ἀλογώτατον πεποίηκεν ὁ Κέλσος ἐν τοῖς κατὰ Χριστιανῶν λόγοις παραλαβὼν ὡς Χριστιανοὺς τοὺς μηδ' ἀκούειν θέλοντας τὸ ὄνομα τοῦ Ἰησοῦ, κἂν ὅτι σοφός τις ἢ μέτριος τὰ ἤθη ἄνθρωπός τις ἦν. Τί οὖν εἴη ἂν ἠλιθιώτερον ἢ μανικώτερον οὐ μόνον τῶν ἀπὸ τοῦ ὄφεως ὡς ἀρχηγοῦ τῶν καλῶν χρηματίσαι βουληθέντων ἀλλὰ καὶ Κέλσου, νομίσαντος κατὰ Χριστιανῶν εἶναι κατηγορίας τὰς κατὰ τῶν Ὀφιανῶν; Πάλαι μὲν οὖν ὁ τὴν εὐτέλειαν ἀγαπήσας φιλόσοφος Ἑλλήνων καὶ παράδειγμα ἐκθεὶς εὐδαίμονος βίου, ὡς οὐ κωλυόμενος εὐδαιμονεῖν ἀπὸ τῆς παντελοῦς ἀκτημοσύνης, Κυνικὸν ἑαυτὸν ἀνηγόρευσεν· οὗτοι δὲ οἱ ἀνόσιοι ἀπὸ τοῦ πολεμιωτάτου ἀνθρώποις ὄφεως καὶ φρικτοτάτου ὡς οὐκ ἄνθρωποι, ὧν ἐχθρός ἐστιν ὄφις, ἀλλ' ὡς ὄφεις σεμνύνονται ἐπὶ τῷ Ὀφιανοὶ καλεῖσθαι, Εὐφράτην τινὰ εἰσηγητὴν τῶν ἀνοσίων αὐχοῦντες λόγων.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité