• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

31.

Εἰ δέ τις βούλεται καὶ τὰ πλάσματα τῶν γοήτων ἐκείνων μαθεῖν, δι' ὧν ἐβουλήθησαν μὲν ὑπάγειν ἀνθρώπους ἑαυτῶν τῇ διδασκαλίᾳ ὡς ἀπόῤῥητά τινα ἔχοντες οὐ πάνυ δ' ἐδυνήθησαν, ἀκουέτω ὃ διδάσκονται λέγειν μετὰ τὸ διελθεῖν ὃν ὀνομάζουσι «φραγμὸν κακίας», πύλας ἀρχόντων αἰῶνι δεδεμένας· «Βασιλέα μονότροπον, δεσμὸν ἀβλεψίας, λήθην ἀπερίσκεπτον ἀσπάζομαι, πρώτην δύναμιν, πνεύματι προνοίας καὶ σοφίᾳ τηρουμένην· ἔνθεν εἰλικρινὴς πέμπομαι, φωτὸς ἤδη μέρος υἱοῦ καὶ πατρός· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.» Καί φασι τῆς ὀγδοάδος τὰς ἀρχὰς ἐντεῦθεν εἶναι. Εἶθ' ἑξῆς διδάσκονται λέγειν διερχόμενοι ὅν φασιν Ἰαλδαβαώθ· «Σὺ δὲ μετὰ πεποιθήσεως πρῶτε καὶ ἕβδομε γεγονὼς κρατεῖν Ἰαλδαβαώθ, ἄρχων λόγος ὑπάρχων νοὸς εἰλικρινοῦς, ἔργον τέλειον υἱῷ καὶ πατρί, χαρακτῆρι τύπου ζωῆς σύμβολον ἐπιφέρων, ἣν ἔκλεισας αἰῶνι σῷ πύλην κόσμῳ ἀνοίξας, παροδεύω τὴν σὴν ἐλεύθερος πάλιν ἐξουσίαν· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.» Φασὶ δὲ τῷ λεοντοειδεῖ ἄρχοντι συμπαθεῖν ἄστρον τὸν Φαίνοντα. Εἶτα οἴονται τὸν διελθόντα τὸν Ἰαλδαβαὼθ καὶ φθάσαντα ἐπὶ τὸν Ἰὰ δεῖν λέγειν· «Σὺ δὲ κρυπτομένων μυστηρίων υἱοῦ καὶ πατρὸς ἄρχων νυκτοφαὴς δεύτερε Ἰαὼ καὶ πρῶτε δέσποτα θανάτου, μέρος ἀθώου, φέρων ἤδη τὸν ἴδιον ὑπήκοον νοῦν σύμβολον, παροδεύειν σὴν ἕτοιμος ἀρχήν· κατίσχυσας τὸν ἀπὸ σοῦ γενόμενον λόγῳ ζῶντι· ἡ χάρις συνέστω, πάτερ, συνέστω.» Εἶθ' ἑξῆς τὸν Σαβαώθ, πρὸς ὃν οἴονται λέξειν· «Πέμπτης ἐξουσίας ἄρχων, δυνάστα Σαβαώθ, προήγορε νόμου τῆς σῆς κτίσεως χάριτι λυομένης, πεντάδι δυνατωτέρᾳ, πάρες με, σύμβολον ὁρῶν σῆς τέχνης ἀνεπίληπτον, εἰκόνι τύπου τετηρημένον, πεντάδι λυθὲν σῶμα· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.» Ἑξῆς δὲ αὐτῷ τὸν Ἀσταφαιόν, ᾧ πιστεύουσι τοιαῦτα ἐρεῖν· «Τρίτης ἄρχων πύλης Ἀσταφαιέ, ἐπίσκοπε πρώτης ὕδατος ἀρχῆς, ἕνα βλέπων μύστην πάρες με παρθένου πνεύματι κεκαθαρμένον, ὁρῶν οὐσίαν κόσμου· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.» Μετὰ δ' αὐτὸν τὸν Αἰλωαιόν, ᾧ τοιαῦτα λέγειν οἴονται· «Δευτέρας ἄρχων πύλης Αἰλωαιέ, πάρες με τῆς σῆς μητρὸς φέροντά σοι σύμβολον, χάριν κρυπτομένην δυνάμεσιν ἐξουσιῶν· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.» Τελευταῖον δὲ τὸν Ὡραῖον ὀνομάζουσι καὶ πρὸς αὐτὸν λέγειν οἴονται· «Ὑπερβὰς φραγμὸν πυρὸς ἀφόβως, πρώτης λαχὼν ἀρχὴν πύλης Ὡραῖε, πάρες με, σῆς ὁρῶν δυνάμεως σύμβολον καταλυθὲν τύπῳ ζωῆς ξύλου, εἰκόνι καθ' ὁμοίωσιν ληφθὲν ἀθώου· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy