33.
Εἶθ' ἑξῆς ἄλλους μύθους ὁ Κέλσος ἐκτίθεται, ὥς τινων εἰς τὰς ἀρχοντικὰς μορφὰς ἐπανερχομένων, ὥστε τινὰς μὲν γίνεσθαι λέοντας ἄλλους δὲ ταύρους καὶ ἄλλους δράκοντας ἢ ἀετοὺς ἢ ἄρκους ἢ κύνας. Εὕρομεν δὲ ἐν ᾧ εἴχομεν διαγράμματι καὶ ὃ ὠνόμασε Κέλσος τετράγωνον σχῆμα καὶ τὸ ἐπὶ τῶν τοῦ παραδείσου πυλῶν λεγόμενον ὑπὸ τῶν ἀθλίων ἐκείνων. Ἐζωγραφεῖτο δὲ ὡς διάμετρος κύκλου τινὸς πυροειδοῦς ἡ φλογίνη ῥομφαία ὡς δορυφορουμένη τῷ τε τῆς γνώσεως ξύλῳ καὶ τῆς ζωῆς. Ὁ μὲν οὖν Κέλσος οὐκ ἠθέλησε τὰς δημηγορίας ἢ οὐκ ἐδυνήθη ἐκθέσθαι, ἃς καθ' ἑκάστην πύλην κατὰ τοὺς τῶν ἀσεβῶν μύθους ἐροῦσιν οἱ διϊόντες αὐτάς· ἡμεῖς δὲ καὶ τοῦτο πεποιήκαμεν, ἵνα τὸ τῆς ἀτελέστου τελετῆς πέρας δείξωμεν τῷ Κέλσῳ καὶ τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ἐγνωκέναι ὡς ἀλλότριον τῆς Χριστιανῶν περὶ τὸ θεῖον εὐσεβείας.