• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

36.

Παυόμενον δὲ ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, λέγοιμεν ἂν ἡμεῖς τὸ παρὰ τῷ ἀποστόλῳ μυστικὸν διηγούμενοι οὕτως ἔχον· ὅταν δὲ «πάντας τοὺς ἐχθροὺς» ὑποτάξῃ «ὑπὸ τοὺς πόδας αὐτοῦ», τότε «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος»· λέλεκται δὲ καί· «Ὅταν τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν», «τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος». Κάθοδον δὲ αὖθις στενὴν τάχα οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες φήσουσιν. Αὐτομάτως δὲ ἀνοιγομένας πύλας λελέχθαι οὐκ ἀπίθανόν ἐστιν ὑπό τινων αἰνισσομένων καὶ διηγουμένων τὸ «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, ἵν' εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ· αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ». Καὶ πάλιν ἐν ἐνάτῳ ψαλμῷ λέγεται· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.» Πύλας δὲ «θανάτου» τὰς ἐπὶ τὴν ἀπώλειαν φερούσας ἁμαρτίας φησὶν εἶναι ὁ λόγος, ὥσπερ καὶ «πύλας Σιὼν» ἐκ τοῦ ἐναντίου τὰς καλὰς πράξεις· οὕτω δὲ καὶ «πύλας δικαιοσύνης», ὅπερ ἴσον ἐστὶ τῷ «τὰς πύλας τῆς ἀρετῆς»· αὗται δὲ ἐξ ἑτοίμου ἀνοίγονται τῷ μεταδιώκοντι τὰς κατ' ἀρετὴν πράξεις.

Περὶ δὲ τοῦ τῆς ζωῆς ξύλου εὐκαιρότερόν τις διηγήσεται ἑρμηνεύων τὰ περὶ τὸν ἐν τῇ Γενέσει ἀναγεγραμμένον παράδεισον τοῦ θεοῦ φυτευόμενον ὑπ' αὐτοῦ. Πολλάκις μὲν οὖν ἐχλεύασεν ὁ Κέλσος ἣν οὐκ ἐνόησεν ἀνάστασιν· νῦν δ' οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις φησὶ λέγεσθαι ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, παρακούσας οἶμαι τοῦ συμβολικῶς εἰρημένου, ὅτι διὰ ξύλου θάνατος καὶ διὰ ξύλου ζωή, θάνατος μὲν κατὰ τὸν Ἀδὰμ ζωὴ δὲ κατὰ τὸν Χριστόν. Εἶτα παίζων τὰ περὶ τοῦ ξύλου ἀπὸ δύο τόπων αὐτὸ χλευάζει λέγων διὰ τοῦτο αὐτὸ παραλαμβάνεσθαι, ἤτοι ἐπεὶ σταυρῷ ἐνηλώθη ὁ διδάσκαλος ἡμῶν ἢ ἐπεὶ τέκτων ἦν τὴν τέχνην, οὐχ ὁρῶν ὅτι τὸ ξύλον τῆς ζωῆς ἐν τοῖς Μωϋσέως ἀναγέγραπται γράμμασιν, ἀλλὰ καὶ οὐ βλέπων ὅτι οὐδαμοῦ τῶν ἐν ταῖς ἐκκλησίαις φερομένων εὐαγγελίων «τέκτων» αὐτὸς ὁ Ἰησοῦς ἀναγέγραπται.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung