• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

41.

Μετὰ ταῦτα ὡσπερεὶ ἐπιλαθόμενος ὅτι κατὰ Χριστιανῶν αὐτῷ πρόκειται γράφειν φησὶ Διονύσιόν τινα μουσικὸν Αἰγύπτιον συγγενόμενον αὐτῷ εἰρηκέναι περὶ τῶν κατὰ τὴν μαγείαν ὅτι πρὸς ἀπαιδεύτους μὲν αὐτὴ δύναται καὶ πρὸς διαφθαρέντας τὰ ἤθη, πρὸς δὲ τοὺς φιλοσοφήσαντας οὐδὲν οἵα τε ἐστὶν ἐνεργεῖν, ἅτε τῆς ὑγιεινῆς διαίτης προνοησαμένους. Εἰ μὲν οὖν προέκειτο περὶ μαγείας νῦν ἡμῖν διαλαβεῖν, κἂν προσεθήκαμεν οἷς ἀνωτέρω περὶ αὐτῆς εἰρήκαμεν εἰς τοῦτο ὀλίγα· ἐπεὶ δὲ τὰ ἐπικαιρότερα χρὴ λέγειν πρὸς τὸ Κέλσου σύγγραμμα, περὶ μαγείας φαμὲν ὅτι ὁ βουλόμενος ἐξετάσαι, πότερόν ποτε καὶ φιλόσοφοι ἁλωτοί εἰσιν αὐτῇ ἢ μή, ἀναγνώτω τὰ γεγραμμένα Μοιραγένει τῶν Ἀπολλωνίου τοῦ Τυανέως μάγου καὶ φιλοσόφου ἀπομνημονευμάτων· ἐν οἷς ὁ μὴ Χριστιανὸς ἀλλὰ φιλόσοφος ἔφησεν ἁλῶναι ὑπὸ τῆς ἐν Ἀπολλωνίῳ μαγείας οὐκ ἀγεννεῖς τινας φιλοσόφους ὡς πρὸς γόητα αὐτὸν εἰσελθόντας· ἐν οἷς οἶμαι καὶ περὶ Εὐφράτου <τοῦ> πάνυ διηγήσατο καί τινος Ἐπικουρείου. Διαβεβαιούμεθα δὲ ἡμεῖς καὶ τῇ πείρᾳ παραλαβόντες ὅτι οἱ κατὰ χριστιανισμὸν διὰ τοῦ Ἰησοῦ τὸν ἐπὶ πᾶσι θεραπεύοντες θεὸν καὶ βιοῦντες κατὰ τὸ εὐαγγέλιον αὐτοῦ ταῖς προσταχθείσαις τε εὐχαῖς συνεχέστερον καὶ δεόντως νυκτὸς καὶ ἡμέρας χρώμενοι οὔτε μαγείᾳ οὔτε δαιμονίοις εἰσὶν ἁλωτοί. Ἀληθῶς γὰρ «Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς» ἀπὸ παντὸς κακοῦ· καὶ «οἱ ἄγγελοι» τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ τεταγμένοι εἰς τὸ προΐστασθαι αὐτῶν «διὰ παντὸς» λέγονται βλέπειν «τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός», ὅ τι ποτ' ἐστὶ τὸ πρόσωπον καὶ ὅ τι ποτ' ἐστὶ τὸ βλέπειν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung