• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

42.

Ἑξῆς δὲ τούτοις ἀπὸ ἄλλης ἀρχῆς ὁ Κέλσος τοιαῦτά φησι καθ' ἡμῶν· Σφάλλονται δὲ ἀσεβέστατα ἄττα καὶ περὶ τήνδε τὴν μεγίστην ἄγνοιαν, ὁμοίως ἀπὸ θείων αἰνιγμάτων πεπλανημένην, ποιοῦντες τῷ θεῷ ἐναντίον τινά, διάβολόν τε καὶ γλώττῃ ἑβραίᾳ Σατανᾶν ὀνομάζοντες τὸν αὐτόν. Ἄλλως μὲν οὖν παντελῶς θνητὰ ταῦτα καὶ οὐδ' ὅσια λέγειν, ὅτι δὴ ὁ μέγιστος θεός, βουλόμενός τι ἀνθρώπους ὠφελῆσαι, τὸν ἀντιπράσσοντα ἔχει καὶ ἀδυνατεῖ. Ὁ τοῦ θεοῦ παῖς ἄρα ἡττᾶται ὑπὸ τοῦ διαβόλου, καὶ κολαζόμενος ὑπ' αὐτοῦ διδάσκει καὶ ἡμᾶς τῶν ὑπὸ τούτῳ κολάσεων καταφρονεῖν, προαγορεύων ὡς ἄρα ὁ Σατανᾶς καὶ αὐτὸς ὁμοίως φανεὶς ἐπιδείξεται μεγάλα ἔργα καὶ θαυμαστά, σφετεριζόμενος τὴν τοῦ θεοῦ δόξαν· οἷς οὐ χρῆναι βουκοληθέντας ἀποτρέπεσθαι πρὸς ἐκεῖνον, ἀλλὰ μόνῳ πιστεύειν ἑαυτῷ. Ταῦτα μέν γε ἐστὶν ἄντικρυς ἀνθρώπου γόητος, ἐργολαβοῦντος καὶ προφυλαττομένου τοὺς ἀντιδοξοῦντάς τε καὶ ἀνταγείροντας.

Εἶθ' ἑξῆς τούτοις <ἐκτίθεσθαι> βουλόμενος τὰ αἰνίγματα, ὧν οἴεται παρακηκοότας ἡμᾶς τὰ περὶ τοῦ Σατανᾶ εἰσάγειν, φησὶ θεῖόν τινα πόλεμον αἰνίττεσθαι τοὺς παλαιούς, Ἡράκλειτον μὲν λέγοντα ὧδε· «Εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνὸν καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ' ἔριν καὶ χρεών»· Φερεκύδην δὲ πολλῷ ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιΐαν, στρατείαν στρατείᾳ παραταττομένην, καὶ τῆς μὲν ἡγεμόνα Κρόνον διδόναι τῆς ἑτέρας δὲ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίνεσθαι, ἵν' ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ' ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. Τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια, θεομαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρ' Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος.

Εἶτ' ἐκθέμενος τὰ τοιαῦτα καὶ μὴ παραμυθησάμενος, τίνα τρόπον ἐκεῖνα μὲν λόγου ἔχεται κρείττονος ταῦτα δέ ἐστιν ἐκείνων παρακούσματα, διαλοιδορεῖται ἡμῖν λέγων μὴ εἶναι ἐκεῖνα ὅμοια τοῖς περὶ διαβόλου δαίμονος ἤ – ὅπερ φασὶν ἀληθέστερον – ἀνθρώπου γόητος ἀντιδοξοῦντος. Οὕτω δ' ἀκούει καὶ Ὁμήρου, ὡς τὰ παραπλήσια τῷ Ἡρακλείτῳ καὶ Φερεκύδῃ καὶ τοῖς τὰ περὶ Τιτᾶνας καὶ Γίγαντας μυστήρια εἰσάγουσιν αἰνισσομένου ἐν τούτοις <τοῖς> τοῦ Ἡφαίστου πρὸς τὴν Ἥραν λόγοις, φάσκοντος·

Ἤδη γάρ <με> καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα

ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,

καὶ τοῖς τοῦ Διὸς πρὸς τὴν Ἥραν οὕτως·

Ἦ οὐ μέμνησ' ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

χρύσεον ἄῤῥηκτον; Σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν

ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι,

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκοιτο

γῆν ὀλιγηπελέων·

καὶ διηγούμενός γε τὰ ὁμηρικὰ ἔπη φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀποῤῥιπτεῖ κολάζων αὐτοὺς τῇ δεῦρο ὁδῷ. Ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοήσαντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τό· «Κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ' αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα, ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσῃ.» Τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν περικαλλῆ τῆς Ἀθηνᾶς πέπλον ἐν τῇ πομπῇ τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. Δηλοῦται γάρ, φησίν, ἀπ' αὐτοῦ ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν.

Ἀποδεξάμενος δὲ τὰ Ἑλλήνων πλάσματα ἐπιλέγει κατηγορῶν τῶν ἡμετέρων τοιαῦτα, ὅτι <τὸ> θεοῦ υἱὸν ὑπὸ διαβόλου κολάζεσθαι καὶ ἡμᾶς διδάσκει, ὡς ἂν ὑπὸ τοῦ αὐτοῦ κολαζόμενοι καρτεροῖμεν. Καὶ ταῦτά γ' ἀπάντῃ καταγέλαστα· ἐχρῆν γὰρ οἶμαι κολάσαι τὸν διάβολον ἀλλ' οὐ τοῖς ὑπ' αὐτοῦ διαβεβλημένοις ἀνθρώποις ἀπειλεῖν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung