46.
Λέγει δὲ ὁ Παῦλος περὶ τούτου τοῦ καλουμένου Ἀντιχρίστου διδάσκων καὶ παριστὰς μετά τινος ἐπικρύψεως, τίνα τρόπον ἐπιδημήσει καὶ πότε τῷ γένει τῶν ἀνθρώπων καὶ διὰ τί· καὶ ὅρα εἰ μὴ σεμνότατα περὶ τούτων ὁ Παῦλος ἐκτίθεται καὶ οὐκ ἀξίως χλεύης τινὸς κἂν ἐλαχίστης· λέγει δὲ οὕτως· «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν, εἰς τὸ μὴ σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διὰ ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτ' ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ· τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.»
Ἕκαστον δὲ τούτων σαφηνίσαι οὐ τῇ παρούσῃ ἁρμόζει πραγματείᾳ. Ἡ περὶ αὐτοῦ δὲ προφητεία ἐν τῷ Δανιὴλ λέλεκται, δυναμένη τὸν φρονίμως καὶ εὐγνωμόνως ἀναγινώσκοντα ἐπιστρέψαι ἐπὶ τὸ θαυμάσαι τοὺς λόγους ὡς ἀληθῶς ἐνθέους καὶ προφητικούς, ἐν οἷς λέλεκται τὰ περὶ τῶν μελλουσῶν βασιλειῶν, ἀρξάμενα ἀπὸ τῶν χρόνων Δανιὴλ μέχρι τῆς φθορᾶς τοῦ κόσμου. Ἐνέσται δὲ τῷ βουλομένῳ ἐντυχεῖν αὐτῇ· πλὴν τὰ περὶ τοῦ Ἀντιχρίστου ὅρα εἰ μὴ τοιαῦτά ἐστι· «Καὶ ἐπ' ἐσχάτῳ τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνιῶν προβλήματα· καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον. Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλούς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται, καὶ ὡς ὠὰ χειρὶ συντρίψει.» Ὅπερ δὲ παρὰ τῷ Παύλῳ λέλεκται ἐν ᾗ ἐξεθέμην αὐτοῦ λέξει, φασκούσῃ· «Ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός», τοῦτο καὶ ἐν τῷ Δανιὴλ τοῦτον εἴρηται τὸν τρόπον· «Καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.»
Τοσαῦτα δὴ ἀπὸ πλειόνων ἔδοξεν εὔλογον εἶναί μοι παραθέσθαι εἰς τὸ κἂν ἐπ' ὀλίγον συνιέναι τὸν ἀκροατὴν περὶ τοῦ βουλήματος τῶν θείων λόγων, διδασκόντων τὰ περὶ τοῦ διαβόλου καὶ τοῦ Ἀντιχρίστου· οἷς εἰς ταῦτα ἀρκεσθέντες ἴδωμεν καὶ ἄλλην τοῦ Κέλσου λέξιν καὶ πρὸς αὐτὴν κατὰ τὸ δυνατὸν ἀγωνισώμεθα.