49.
Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, ἐν οἷς μιᾷ λέξει ἀποφηνάμενος καὶ μηδὲ κατὰ τὸ πιθανόν τι λέγων κατηγορεῖ τῆς κατὰ Μωϋσέα κοσμοποιΐας εἰπών· Ἔτι γε μὴν καὶ ἡ κοσμογένεια μάλα εὐηθική. Εἰ μὲν οὖν τὸν φαινόμενον αὐτῷ τρόπον τοῦ εὐηθικὴν εἶναι αὐτὴν καί τινας πιθανότητας προηνέγκατο, κἂν ἠγωνισάμεθα πρὸς αὐτάς· οὐκ εὔλογον δέ μοι φαίνεται πρὸς τὴν ἀπόφασιν αὐτοῦ κατασκευάσαι, τίνα τρόπον οὐκ ἔστιν εὐηθική.
Εἰ δέ τις βούλεται τὰ κινήσαντα ἡμᾶς καὶ μετὰ τῆς φανείσης ἀποδείξεως κατασκευασθέντα περὶ τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεωρῆσαι, λαβέτω τὰ πραγματευθέντα ἡμῖν εἰς τὴν Γένεσιν ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου μέχρι τοῦ «Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων», ἐν οἷς πεπειράμεθα ἀπ' αὐτῶν τῶν θείων γραμμάτων κατασκευάσαι, τίς ὁ «ἐν ἀρχῇ» γενόμενος οὐρανὸς καὶ γῆ καὶ τὸ τῆς γῆς ἀόρατον καὶ ἀκατασκεύαστον, καὶ τίς ἡ ἄβυσσος καὶ τὸ ἐπ' αὐτῆς σκότος, τί τε τὸ ὕδωρ καὶ τὸ ἐπιφερόμενον αὐτῷ «πνεῦμα τοῦ θεοῦ», καὶ τί τὸ γενητὸν «φῶς», τί τε «τὸ στερέωμα» παρὰ τὸν «ἐν ἀρχῇ» γενόμενον οὐρανόν, καὶ οὕτω τὰ ἑξῆς.
Ἀπεφήνατο δὲ μάλα εὐηθικὴν εἶναι καὶ τὴν περὶ ἀνθρώπων γενέσεως γραφήν, μήτε τιθεὶς τὰς λέξεις μήτ' ἀγωνιζόμενος πρὸς αὐτάς· οὐ γὰρ εἶχεν οἶμαι λόγους ἀνατρέψαι δυναμένους τὸ «κατ' εἰκόνα θεοῦ» πεποιῆσθαι τὸν ἄνθρωπον. Ἀλλ' οὐδὲ συνίει τὸν ὑπὸ θεοῦ φυτευθέντα «παράδεισον» καὶ τὴν προηγουμένην ἐν αὐτῷ τοῦ ἀνθρώπου ζωὴν καὶ τὴν ἐκ περιστάσεως γενομένην, ἐκβληθέντος διὰ τὴν ἁμαρτίαν καὶ κατοικισθέντος ἐναντίον «τοῦ παραδείσου τῆς τρυφῆς». Ὁ δὲ λέγων μάλα εὐηθικῶς ταῦτ' εἰρῆσθαι πρῶτον ἐπιστησάτω καὶ ἑκάστῳ μὲν καὶ τῷ δέ· «Ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.» Εἰ δ' ἄρα μηδὲν νοήσας Μωϋσῆς ἀνέγραψε ταῦτα ἀλλὰ παραπλήσιόν τι ποιῶν οἷς παίζοντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἀνεγράψαντο· Προῖτος ἔγημε Βελλεροφόντην, ὁ δὲ Πήγασος ἦν ἐξ Ἀρκαδίας· ἀλλ' ἐκεῖνοι μὲν γελωτοποιεῖν θέλοντες τοιαῦτα συνέταττον, οὐ πιθανὸν δὲ τὸν ὅλῳ ἔθνει γραφὰς καταλιπόντα περὶ ὧν ἐβούλετο πεῖσαι τοὺς νομοθετουμένους ὅτι εἶεν ἐκ θεοῦ, ἀπρόσλογα γεγραφέναι καὶ χωρίς τινος νοῦ εἰρηκέναι τό· «Ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς» ἢ ἄλλο τι τῶν περὶ τῆς ἀνθρώπων γενέσεως εἰρημένων καὶ ὑπὸ τῶν παρ' Ἑβραίοις σοφῶν πεφιλοσοφημένων.
