• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕκτος

53.

Εἶθ' ἑξῆς <τοιούτοις> ἀσεβέσι λόγοις μωρῶς ἐγκαλῶν φησι· Τίς θεὸς δίδωσί τι ὡς ἀπαιτήσων; Δεομένου γὰρ τὸ ἀπαιτεῖν, δεῖται δὲ οὐδενὸς ὁ θεός. Καὶ τούτοις προστίθησιν ὡς σοφὸν δή τι κατά τινων λέγων· Διὰ τί, ὁπηνίκα ἐκίχρα, κακῷ κιχρῶν ἠγνόει; Λέγει δὲ καὶ τό· Τί περιορᾷ πονηρὸν δημιουργὸν ἀντιπράττοντα ἑαυτῷ;

Εἶτ' οἶμαι φύρων αἱρέσεις αἱρέσεσι καὶ μὴ ἐπισημειούμενος ὅτι τάδε μὲν ἄλλης αἱρέσεώς ἐστι τάδε δὲ ἄλλης, τὰ πρὸς Μαρκίωνα ὑφ' ἡμῶν ἀπορούμενα προφέρει, τάχα καὶ τούτων παρακούσας ἀπό τινων εὐτελῶς καὶ ἰδιωτικῶς ἐγκαλούντων λόγῳ, οὐ μὴν πάνυ συνετῶς. Ἐκτιθέμενος οὖν τὰ κατὰ Μαρκίωνος λεγόμενα καὶ μὴ ἐπισημειωσάμενος ὅτι πρὸς αὐτὸν λέγει φησί· Τί δὲ λάθρα πέμπει καὶ διαφθείρει τὰ τούτου δημιουργήματα; Τί δὲ εἰσβιάζεται κρύφα καὶ παραπείθει καὶ πλανᾷ; Τί δὲ τοὺς ὑπὸ τούτου κατεγνωσμένους ἢ κατηραμένους, ὥς φατε, ψυχαγωγεῖ καὶ δίκην ἀνδραποδιστοῦ τινος ὑπεξάγει; Τί δὲ ἀποδιδράσκειν ἀπὸ τοῦ κυρίου διδάσκει; Τί δὲ φεύγειν τὸν πατέρα; Τί δ' αὐτὸς εἰσποιεῖται, μὴ συγχωροῦντος τοῦ πατρός; Τί δ' ἐπαγγέλλεται τῶν ἀλλοτρίων εἶναι πατήρ; Καὶ ἐπιφέρει γε αὐτοῖς οἱονεὶ θαυμαστικῶς τό· Σεμνός γε ὁ θεὸς τῶν παρ' ἄλλῳ καταδίκων ἁμαρτωλῶν καί ἀκλήρων καί, ὡς αὐτοὶ λέγουσι, σκυβάλων ἐπιθυμῶν εἶναι πατήρ καὶ ὅν γε ἐξέπεμψεν αὐτοὺς ὑπεξάξοντα, τοῦτον ἁλόντα ἐκδικῆσαι μὴ δυνάμενος.

Ἑξῆς δὲ τούτοις ὡσπερεὶ πρὸς ἡμᾶς τοὺς ὁμολογοῦντας οὐκ ἀλλοτρίου τινὸς εἶναι καὶ ξένου θεοῦ τόνδε τὸν κόσμον, τοιαῦτά φησιν· Εἰ δὲ <αὐτοῦ> ταῦτ' ἔστιν ἔργα, πῶς μὲν κακὰ ὁ θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Πῶς δ' ἐπ' αὐτοῖς ἀχαρίστοις καὶ πονηροῖς γενομένοις μεταμέλει καὶ τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ καὶ ἀπειλεῖ καὶ φθείρει τὰ ἴδια ἔκγονα; Ἢ ποῖ ποτε ὑπεξάγει τοῦ κόσμου τοῦδε ὃν ἐποίησεν αὐτός; Δοκεῖ δή μοι καὶ ἐν τούτοις μὴ σαφηνίζων, τίνα ἐστὶ τὰ κακά, καίτοι γε καὶ ἐν Ἕλλησι πολλῶν αἱρέσεων γενομένων περὶ ἀγαθῶν καὶ κακῶν, συναρπάζειν ὡς ἀκόλουθον ἡμῖν, τοῖς φάσκουσιν ἔργα τοῦ ἐπὶ πᾶσι θεοῦ εἶναι καὶ τόνδε τὸν κόσμον, τὸ καθ' ἡμᾶς κακῶν εἶναι ποιητὴν τὸν θεόν.

Ἐχέτω μὲν οὖν ὅπως ποτὲ ἔχει τὰ περὶ τῶν κακῶν, πότερον ὁ θεὸς αὐτὰ πεποίηκεν ἢ μή, ἀλλ' ἐκ παρακολουθήσεως γεγένηται τῆς πρὸς τὰ προηγούμενα· θαυμάζω δὲ εἰ μὴ ὅπερ ἡμῖν, τοῖς φάσκουσιν ἔργα εἶναι τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ τόνδε τὸν κόσμον, οἴεται ἀκολουθεῖν περὶ τοῦ τὸν θεὸν τὰ κακὰ πεποιηκέναι, ἀκολουθεῖ ὅσον ἐφ' οἷς λέγει καὶ αὐτός. Εἴποι γὰρ ἄν τις πρὸς τὸν Κέλσον· εἰ αὐτοῦ ταῦτ' ἔστιν ἔργα, πῶς μὲν κακὰ ὁ θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Κακία δὲ ἡ μεγίστη ἐν λόγοις ἐστίν, ὅτε ἐγκαλεῖ τις τοῖς ἑτεροδόξοις περί τινων δογμάτων ὡς οὐχ ὑγιῶν, πολλῷ πρότερον αὐτὸς ἔχων τὰ ἐγκλήματα ἐν τοῖς ἰδίοις δόγμασιν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy