• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

62.

Πάλιν τε αὖ ὁ Κέλσος τάχα μὲν παρακούσας τοῦ «Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα» τάχα δὲ καὶ τῶν ἰδιωτῶν προπετευσαμένων περὶ τῆς τῶν τοιούτων διηγήσεως, μὴ νοήσας τε, ἐπὶ τίνων τάσσεται τὰ ὀνόμασι σωματικῶν μελῶν ἐπὶ τῶν δυνάμεων τοῦ θεοῦ λεγόμενα, φησίν· Οὐδὲ στόμα αὐτῷ ἐστιν οὐδὲ φωνή. Ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἢ πληγὴ ἀέρος ἢ εἶδος ἀέρος ἢ ὅ τι δήποτε ὁρίζονται εἶναι τὴν φωνὴν οἱ περὶ ταῦτα δεινοί· ἀλλ' ἡ λεγομένη φωνὴ θεοῦ ὡς θεοῦ φωνὴ ὁρᾶσθαι λέγεται ὑπὸ τοῦ λαοῦ ἐν τῷ «Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν» τοῦ θεοῦ, τοῦ ὁρᾶσθαι λαμβανομένου, ἵνα κατὰ τὴν συνήθειαν ὀνομάσω τῆς γραφῆς, πνευματικῶς. Ἀλλ' οὐδ' ἄλλο φησὶν εἶναι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν· τίνων δ' ἡμεῖς ἴσμεν, οὐ σαφηνίζει. Εἰ μὲν γὰρ μελῶν, σύμφαμεν αὐτῷ προσυπακούοντες ὧν ἴσμεν σωματικῶς καὶ κοινότερον ὀνομαζομένων· εἰ δὲ καθόλου ἀκούοιμεν τοῦ ὧν ἡμεῖς ἴσμεν, πολλῶν ἡμεῖς ἴσμεν ἐξακουομένου· ἔστι γὰρ αὐτῷ ἀρετὴ καὶ μακαριότης καὶ θειότης. Εἰ δέ τις ἀκούοι ὑψηλότερον τοῦ ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ πάντα ἃ ἴσμεν ἐλάττονά ἐστι τοῦ θεοῦ· οὐδὲν ἄτοπον καὶ ἡμᾶς παραδέξασθαι ὅτι οὐδέν ἐστι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν. Κρείττονα γάρ ἐστι πάντων ὧν οἶδεν οὐ μόνη ἡ τοῦ ἀνθρώπου φύσις ἀλλὰ καὶ τῶν ὑπεραναβεβηκότων αὐτὴν τὰ προσόντα τῷ θεῷ. Εἰ δ' ἀνεγνώκει τὰς τῶν προφητῶν λέξεις, τοῦ μὲν Δαυῒδ λέγοντος· «Σὺ δὲ ὁ αὐτὸς εἶ», τοῦ δὲ Μαλαχίου οἶμαι· «Καὶ οὐκ ἠλλοίωμαι», ἑώρα ἂν ὅτι οὐδεὶς ἡμῶν φησιν εἶναι μεταβολὴν ἐν τῷ θεῷ οὔτ' ἔργῳ οὔτ' ἐπινοίᾳ. Μένων γὰρ «ὁ αὐτὸς» διοικεῖ τὰ μεταβλητά, ὡς πέφυκε, καὶ λόγος αὐτὸς αἱρεῖ διοικεῖσθαι αὐτά.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung