• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

63.

Εἶτά φησιν ὁ Κέλσος, μὴ ἐνιδὼν τῇ διαφορᾷ τοῦ «κατ' εἰκόνα θεοῦ» καὶ «τῆς εἰκόνος αὐτοῦ», ὅτι «εἰκὼν» μὲν «τοῦ θεοῦ» ὁ «πρωτότοκος πάσης κτίσεώς» ἐστιν ὁ αὐτολόγος καὶ ἡ αὐτοαλήθεια ἔτι δὲ καὶ ἡ αὐτοσοφία, «εἰκὼν» οὖσα «τῆς ἀγαθότητος αὐτοῦ», «κατ' εἰκόνα» δὲ τοῦ «θεοῦ» ὁ ἄνθρωπος πεποίηται, ἔτι δὲ καὶ ὅτι πᾶς ἀνήρ, οὗ «Χριστός ἐστι κεφαλή», «εἰκὼν καὶ δόξα θεοῦ» ὑπάρχει· ἀλλ' οὐδ' ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ «κατ' εἰκόνα» τοῦ «θεοῦ» χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ ἢ μὴ ἐσχηκυίᾳ ἢ μηκέτι ἐχούσῃ ψυχῇ «τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ», ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ «κατ' εἰκόνα» τοῦ κτίσαντος, φησὶ τό· Οὐδ' ἄνθρωπον ἐποίησεν εἰκόνα αὐτοῦ· οὐ γὰρ τοιόσδε ὁ θεὸς οὔτ' ἄλλῳ εἴδει οὐδενὶ ὅμοιος. Οἷον δ' ἐστὶ τοῦ συνθέτου ἀνθρώπου τῷ χείρονι μέρει, λέγω δὲ τῷ σώματι, νομίζειν ἐνυπάρχειν τὸ «κατ' εἰκόνα» τοῦ «θεοῦ», ὡς δ' ὁ Κέλσος ἐξείληφεν, αὐτὸ εἶναι τὸ «κατ' εἰκόνα» αὐτοῦ; Εἰ γὰρ τὸ «κατ' εἰκόνα» τοῦ «θεοῦ» ἐν τῷ σώματί ἐστι μόνῳ, ἐστέρηται τὸ κρεῖττον, ἡ ψυχή, τοῦ «κατ' εἰκόνα» καὶ ἔστιν ἐν τῷ φθαρτῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν λέγει. Εἰ δ' ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ «κατ' εἰκόνα» τοῦ «θεοῦ», ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν «κατ' εἰκόνα» τὸ κρεῖττον ᾖ ἐν τῇ ψυχῇ, τὸ δ' ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι. Λείπεται δὴ τὸ «κατ' εἰκόνα» τοῦ «θεοῦ» ἐν τῷ καθ' ἡμᾶς λεγομένῳ ἔσω ἀνθρώπῳ καὶ ἀνακαινουμένῳ καὶ πεφυκότι γίνεσθαι «κατ' εἰκόνα τοῦ κτίσαντος» νοεῖσθαι, ὅτε γίνεταί τις «τέλειος», «ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστι», καὶ ἀκούει ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν», καὶ μανθάνων τὸ «Μιμηταὶ τοῦ θεοῦ γίνεσθε» ἀναλαμβάνει εἰς τὴν ἑαυτοῦ ἐνάρετον ψυχὴν τοὺς χαρακτῆρας τοῦ θεοῦ· ὅτε καὶ «ναός» ἐστι τοῦ ἐν τῷ «κατ' εἰκόνα» ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ «τὸ σῶμα», τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ «κατ' εἰκόνα» τὸν θεόν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung