68.
Διόπερ ἐὰν ἔρηται ἡμᾶς Κέλσος, Πῶς οἰόμεθα γνωρίσειν τὸν θεόν, καὶ πῶς πρὸς αὐτὸν σωθήσεσθαι· ἀποκρινούμεθα ὅτι ἱκανός ἐστιν ὁ τοῦ θεοῦ λόγος, γενόμενος τοῖς ζητοῦσιν αὐτὸν ἢ τοῖς ἐπιφαινόμενον αὐτὸν παραδεχομένοις, γνωρίσαι καὶ ἀποκαλύψαι τὸν πατέρα, πρὸ τῆς παρουσίας αὐτοῦ οὐχ ὁρώμενον. Τίς δ' ἄλλος σῶσαι καὶ προσαγαγεῖν τῷ ἐπὶ πᾶσι θεῷ δύναται τὴν τοῦ ἀνθρώπου ψυχὴν ἢ ὁ θεὸς λόγος; Ὅστις «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» ὢν διὰ τοὺς κολληθέντας τῇ σαρκὶ καὶ γενομένους ὅπερ «σὰρξ» «ἐγένετο» «σάρξ», ἵνα χωρηθῇ ὑπὸ τῶν μὴ δυναμένων αὐτὸν βλέπειν καθὸ «λόγος» ἦν καὶ «πρὸς θεὸν» ἦν «καὶ θεὸς ἦν». Καὶ σωματικῶς γε λαλούμενος καὶ ὡς «σὰρξ» ἀπαγγελλόμενος ἐφ' ἑαυτὸν καλεῖ τοὺς ὄντας σάρκα, ἵν' αὐτοὺς ποιήσῃ πρῶτον μορφωθῆναι κατὰ λόγον τὸν γενόμενον σάρκα, καὶ μετὰ τοῦτο αὐτοὺς ἀναβιβάσῃ ἐπὶ τὸ ἰδεῖν αὐτόν, ὅπερ ἦν πρὶν γένηται «σάρξ»· ὥστε αὐτοὺς ὠφεληθέντας καὶ ἀναβάντας ἀπὸ τῆς κατὰ σάρκα εἰσαγωγῆς εἰπεῖν τό· «Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» «Σὰρξ» οὖν «ἐγένετο», καὶ γενόμενος «σὰρξ» «ἐσκήνωσεν ἐν ἡμῖν» οὐκ ἔξω γινόμενος ἡμῶν, σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς, ἀλλ' ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν «ὑψηλὸν ὄρος» ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου, ὅς ἐστιν «ἐν δόξῃ» ὀφθεὶς μετὰ Ἰησοῦ «Μωϋσῆς». Ἔδειξε δ' ἡμῖν καὶ πᾶσαν προφητείαν, οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ' ἀναλαμβανομένην εἰς οὐρανόν, ἧς σύμβολον Ἠλίας ἦν. Ὁ δὲ ταῦτα θεωρήσας εἴποι ἂν τό· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Κέλσος μὲν οὖν ἰδιωτικώτερον ἀνέπλασεν ἃ οἴεται ἡμᾶς λέξειν πρὸς τὸ πύσμα αὐτοῦ· Πῶς οἰόμεθα γνωρίσειν τὸν θεόν, καὶ πῶς σωθήσεσθαι πρὸς αὐτόν; Ἡμεῖς δὲ εἴποιμεν ἂν τὰ προεκκείμενα.
