70.
Εἰ δὲ συνίει Κέλσος ἃ λέγομεν περὶ πνεύματος θεοῦ, καὶ ὅτι «Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν», οὐκ ἂν ἑαυτῷ ὡς ἀφ' ἡμῶν ἀπεφήνατο ὅτι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ὁ θεὸς δεῦρο κατέπεμψεν. Ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς δυναμένοις μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος, οὐ κατ' ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις. Οὐδὲ γὰρ σῶμα τὸ καθ' ἡμᾶς πνεῦμα, ὡς οὐδὲ σῶμα τὸ πῦρ, ὅπερ εἶναι λέγεται θεὸς ἐν τῷ· «Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.» Πάντα γὰρ ταῦτα τροπικῶς λέγεται εἰς παράστασιν τὴν ἀπὸ τῶν συνήθων καὶ σωματικῶν ὀνομάτων τῆς νοητῆς φύσεως.
Καὶ ὥσπερ, ἐὰν λέγηται τὰ ἁμαρτήματα ξύλα εἶναι καὶ χόρτος καὶ καλάμη, οὐκ ἐροῦμεν εἶναι τὰ ἁμαρτήματα σώματα, καὶ ἐὰν λέγηται τὰ ἀνδραγαθήματα χρυσὸς εἶναι καὶ ἄργυρος καὶ λίθος τίμιος, οὐ φήσομεν εἶναι τὰ ἀνδραγαθήματα σώματα· οὕτω κἂν λέγηται ὁ θεὸς εἶναι «πῦρ καταναλίσκον» τὰ «ξύλα» καὶ τὸν «χόρτον» καὶ τὴν «καλάμην» καὶ πᾶσαν οὐσίαν ἁμαρτίας, οὐ σῶμα αὐτὸν νοήσομεν. Ὡς δ' ἐὰν λέγηται «πῦρ», οὐ σῶμα νοοῦμεν αὐτόν, οὕτως ἐὰν λέγηται «πνεῦμα» ὁ θεός, οὐ σῶμα αὐτὸν λέγομεν εἶναι. Πρὸς γὰρ ἀντιδιαστολὴν τῶν αἰσθητῶν ἔθος τῇ γραφῇ τὰ νοητὰ ὀνομάζειν πνεύματα καὶ πνευματικά· οἷον ἐὰν λέγῃ ὁ Παῦλος· «Ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», «γράμμα» μὲν τὴν αἰσθητὴν ὠνόμασεν ἐκδοχὴν τῶν θείων γραμμάτων «πνεῦμα» δὲ τὴν νοητήν.
Οὕτω τοίνυν καὶ ἐν τῷ «πνεῦμα ὁ θεός»· ἐπεὶ καὶ Σαμαρεῖς καὶ Ἰουδαῖοι σωματικῶς καὶ τυπικῶς ἐποίουν τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου, εἶπεν ὁ σωτὴρ πρὸς τὴν Σαμαρεῖτιν· «Ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσουσι τῷ πατρί· πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Δι' ὧν ἐδίδαξεν ὅτι οὐκ ἐν σαρκὶ «δεῖ προσκυνεῖν» καὶ σαρκίναις θυσίαις τὸν θεὸν ἀλλ' «ἐν πνεύματι». Καὶ γὰρ αὐτὸς ἀνάλογον <τῷ> «ἐν πνεύματι» καὶ νοητῶς λατρεύειν τινὰ αὐτῷ «πνεῦμα» νοηθείη ἄν. Ἀλλὰ καὶ οὐκ ἐν τύποις «προσκυνεῖν δεῖ» τῷ πατρὶ ἀλλ' «ἐν ἀληθείᾳ», ἥτις «διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» μετὰ τὸ δοθῆναι τὸν νόμον «διὰ Μωϋσέως». «Ἡνίκα» γὰρ «ἐὰν ἐπιστρέψωμεν πρὸς κύριον» – «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι» – , «περιαιρεῖται τὸ» τῇ καρδίᾳ «κάλυμμα» ἐπικείμενον, «ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς».