77.
Πάλιν τε αὖ ὁ λέγων· Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθὼ πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν καὶ διὰ τοῦτο χρήσιμον τοιοῦτο φαινόμενον, ὁποῖον ἔδει ἑκάστῳ βλέπεσθαι; Καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἃ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν καὶ πάσης ποιότητος, ἣν ὁ τεχνίτης βούλεται, δεκτικήν, ὁτὲ μὲν ἔχειν ποιότητα, καθ' ἣν λέγεται τό· «Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος», ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστήν, ὡς «ἐπὶ πρόσωπον» πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ τρεῖς ἀποστόλους.
Ἀλλ' ἐρεῖ ταῦτ' εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων.] Πρὸς τόδε <μὲν οὖν> διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπελογησάμεθα· [ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλλων τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ «εἰς ὑψηλόν», ὃ ἀποδεδώκαμεν, «ὄρος» δυναμένοις. Τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος «οὐκ ἔχει εἶδος οὐδὲ κάλλος»· τὸ γὰρ «εἶδος αὐτοῦ» τοῖς τοιούτοις ἐστὶν «ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς» ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους «υἱοὺς ἀνθρώπων». Εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας «υἱοὺς ἀνθρώπων», παρὰ τὸν τοῖς πολλοῖς κηρυσσόμενον θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν «κηρύγματος»· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν «τοῦ κηρύγματος» λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.» Τοῖς μέντοι ἐκ τοῦ ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ «εἰς τὸ ὑψηλὸν ὄρος» θειοτέραν μορφὴν ἔχει· ἣν βλέπουσιν, εἴ τις ἐστὶ «Πέτρος», χωρήσας τὴν τῆς ἐκκλησίας ἐν αὑτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου καὶ τοσαύτην ἕξιν ἀναλαβών, ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον «ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν» ἐξαγγείλῃ «πάσας τὰς αἰνέσεις» τοῦ θεοῦ «ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών»· καὶ εἴ τινες εἰσὶν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς «βροντῆς».]
[Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; Ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν.]