• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

79.

Διὸ καὶ χρεία οὐκ ἦν πολλὰ γενέσθαι πανταχοῦ σώματα καὶ πολλὰ ἀνάλογον τῷ Ἰησοῦ πνεύματα, ἵν' ἡ πᾶσα τῶν ἀνθρώπων οἰκουμένη φωτισθῇ τῷ λόγῳ τοῦ θεοῦ. Ἤρκει γὰρ ὁ εἷς λόγος, ὡς «δικαιοσύνης ἥλιος» ἀνατείλας, ἀπὸ τῆς Ἰουδαίας ἐκπέμψαι τὰς ἐπὶ τὴν ψυχὴν τῶν βουλομένων αὐτὸν παραδέξασθαι φθανούσας αὐγάς. Εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε».

Καὶ γὰρ ὥσπερ ἠκούσαμεν «ὅτι Ἀντίχριστος ἔρχεται», καὶ οὐδὲν ἧττον μεμαθήκαμεν ὅτι «ἀντίχριστοι πολλοί» εἰσιν ἐν τῷ κόσμῳ· τὸν αὐτὸν τρόπον ὅτι Χριστὸς ἐπιδεδήμηκε γνόντες θεωροῦμεν ὅτι δι' αὐτὸν πολλοὶ χριστοὶ γεγόνασιν ἐν τῷ κόσμῳ, οἵτινες ἀνάλογον ἐκείνῳ ἠγάπησαν «δικαιοσύνην καὶ» ἐμίσησαν «ἀδικίαν· καὶ διὰ τοῦτο ἔχρισε» καὶ αὐτοὺς «ὁ θεός, ὁ θεὸς» τοῦ Χριστοῦ, «ἐλαίῳ ἀγαλλιάσεως». Ἀλλ' ἐκεῖνος μὲν οὖν ὑπὲρ «τοὺς μετόχους» αὐτοῦ ἀγαπήσας «δικαιοσύνην καὶ» μισήσας «ἀνομίαν» καὶ τὴν ἀπαρχὴν εἴληφε τοῦ χρίσματος καί, εἰ χρὴ οὕτως ὀνομάσαι, ὅλον τὸ χρῖσμα τοῦ τῆς «ἀγαλλιάσεως» ἐλαίου· οἱ δὲ μέτοχοι αὐτοῦ, ἕκαστος ὡς κεχώρηκε, μετέσχον καὶ τοῦ χρίσματος αὐτοῦ. Διόπερ, ἐπεὶ Χριστὸς «κεφαλή» ἐστι «τῆς ἐκκλησίας», ὡς εἶναι ἓν σῶμα Χριστὸν καὶ τὴν ἐκκλησίαν, τὸ «μύρον ἐπὶ κεφαλῆς» καταβέβηκεν «ἐπὶ τὸν πώγωνα», τὰ σύμβολα τοῦ τελείου ἀνδρὸς «Ἀαρών», καὶ ἔφθασε «καταβαῖνον» τοῦτο τὸ «μύρον» «ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ».

Καὶ ταῦτα δέ μοι λέλεκται πρὸς τὸν ἄσεμνον τοῦ Κέλσου λόγον εἰπόντος· Δέον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. Ὁ μὲν οὖν κωμῳδὸς γελωτοποιῶν τὸν Δία κοιμώμενον πεποίηκέ τε καὶ διϋπνιζόμενον καὶ πέμποντα πρὸς τοὺς Ἕλληνας τὸν Ἑρμῆν· ὁ δὲ λόγος, ἄϋπνον ἐπιστάμενος φύσιν τὴν τοῦ θεοῦ, διδασκέτω ἡμᾶς ὅτι κατὰ καιροὺς οἰκονομεῖ τὰ τοῦ κόσμου πράγματα ὁ θεός, ὡς ἀπαιτεῖ τὸ εὔλογον. Οὐ θαυμαστὸν δὲ εἰ διὰ τὸ μεγάλας εἶναι καὶ δυσδιηγήτους τὰς κρίσεις τοῦ θεοῦ αἱ «ἀπαίδευτοι» πλανῶνται «ψυχαί», καὶ Κέλσος σὺν αὐταῖς. Οὐδὲν οὖν καταγέλαστόν ἐστιν ἐν τῷ Ἰουδαίοις, παρ' οἷς γεγόνασιν οἱ προφῆται, πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ· ἵν' ἐκεῖθεν ἀρξάμενος σωματικῶς δυνάμει καὶ πνεύματι ἀνατείλῃ τῇ μηκέτι βουλομένῃ ἐρήμῳ θεοῦ τυγχάνειν οἰκουμένῃ ψυχῶν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité