6.
Νυνὶ δὲ ὁ θαυμαζόμενος παρ' Ἕλλησι Πύθιος οὐδένα μὲν σοφὸν ἀλλ' οὐδ' ὅλως ἄνδρα ἄξιον ἔκρινε τῆς, ὡς Ἕλληνες ὑπολαμβάνουσι, θείας κατακωχῆς. Ἀλλ' οὐδ' ἐν τῷ θήλει γένει παρθένον τινὰ ἢ σοφὴν καὶ ἀπὸ φιλοσοφίας ὠφελημένην ἀλλά τινα γυναῖκα ἰδιῶτιν· τάχα γὰρ οἱ ἐν ἀνθρώποις κρείττονες βελτίους ἦσαν τῆς εἰς τὴν κατακωχὴν ἐνεργείας αὐτοῦ. Ἔδει δὲ καί, εἴπερ θεὸς ἦν, τῇ προγνώσει αὐτὸν χρήσασθαι δελέατι, ἵν' οὕτως ὀνομάσω, πρὸς τὴν ἐπιστροφὴν καὶ θεραπείαν καὶ ἠθικὴν κατόρθωσιν τῶν ἀνθρώπων· νυνὶ δὲ οὐδὲν ἡ ἱστορία τοιοῦτον παραδίδωσι περὶ αὐτοῦ. Εἰ γὰρ καὶ ἀνδρῶν ἁπάντων Σωκράτην εἶπε σοφώτατον εἶναι, ἤμβλυνε τὸν ἔπαινον αὐτοῦ τὸ πρὸς τούτου λεγόμενον περὶ Εὐριπίδου καὶ Σοφοκλέους ἐν τῷ·Σοφὸς Σοφοκλῆς, σοφώτερος δ' Εὐριπίδης.
Τραγῳδιοποιῶν οὖν σοφῶν ὑπ' αὐτοῦ λελεγμένων κρείττων εἶναι νομισθεὶς ὁ Σωκράτης, τῶν ἐπὶ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας τοῦ τυχόντος ἄθλου ἕνεκεν ἀγωνιζομένων καὶ ὅπου μὲν λύπας καὶ οἴκτους τοῖς θεαταῖς ἐμποιούντων ὅπου δὲ ἀσέμνους γέλωτας – τοιοῦτον γάρ τι βούλεται τὰ σατυρικὰ δράματα – , οὐ πάνυ τι τὸ διὰ φιλοσοφίαν καὶ ἀλήθειαν ἐμφαίνει σεμνὸν καὶ διὰ σεμνότητα ἐπαινετόν. Καὶ τάχα οὐ τοσοῦτον διὰ φιλοσοφίαν ἀνδρῶν εἶπεν αὐτὸν ἁπάντων σοφώτατον ὅσον διὰ τὰς θυσίας καὶ ἃς προσήνεγκε κνίσσας αὐτῷ τε καὶ τοῖς λοιποῖς δαίμοσι.
Καὶ διὰ ταῦτα ἐοίκασι μᾶλλον ποιεῖν οἱ δαίμονες τὰ ἀξιούμενα ὑπὸ τῶν αὐτοῖς προσαγόντων ἢ διὰ τὰ ἔργα τῆς ἀρετῆς. Διόπερ διαγράφων τὰ γινόμενα ὁ τῶν ποιητῶν ἄριστος Ὅμηρος καὶ διδάσκων, τίνα μάλιστά ἐστι τὰ πείθοντα τοὺς δαίμονας ποιεῖν ἃ βούλονται οἱ θύοντες, εἰσήγαγε τὸν Χρύσην, ἕνεκεν ὀλίγων στεφάνων καὶ μηρίων ταύρων καὶ αἰγῶν τυγχάνοντα ὧν ᾔτησε καθ' Ἑλλήνων διὰ τὴν θυγατέρα, ἵνα λοιμώξαντες ἀποδώσειαν αὐτῷ τὴν Χρυσηΐδα. Μέμνημαι δὲ παρά τινι τῶν Πυθαγορείων, ἀναγράψαντι περὶ τῶν ἐν ὑπονοίᾳ παρὰ τῷ ποιητῇ λελεγμένων, ἀναγνοὺς ὅτι τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀπόλλωνα ἔπη καὶ ὁ ἐξ Ἀπόλλωνος ἐπιπεμφθεὶς τοῖς Ἕλλησι λοιμὸς διδάσκει ὅτι ἠπίστατο Ὅμηρος πονηρούς τινας δαίμονας, χαίροντας ταῖς κνίσσαις καὶ ταῖς θυσίαις, μισθοὺς ἀποδιδόναι τοῖς θύσασι τὴν ἑτέρων φθοράν, εἰ τοιοῦτο οἱ θύοντες εὔχοιντο.
Καὶ ὁ «Δωδώνης» δὲ «μεδέων δυσχειμέρου», παρ' ᾧ εἰσιν οἱ προφῆται «ἀνιπτόποδες χαμαιεῦναι», ἀποδοκιμάσας τὸ τῶν ἀνδρῶν εἰς προφητείαν γένος ταῖς Δωδωνίσι χρῆται, ὡς καὶ ὁ Κέλσος παρέστησεν. Ἔστω δέ τις τούτοις παραπλήσιος Κλάριος καὶ ἕτερος ἐν Βραγχίδαις καὶ ἄλλος ἐν Ἄμμωνος ἢ ὅποι ποτὲ γῆς μαντευόμενοι, πόθεν οὖν δειχθήσεται εἰ καὶ θεοὶ μέν εἰσιν οὐ δαιμόνια δέ τινα;