• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

18.

Ἑξῆς δὲ τούτοις τοιαῦτά φησιν ὁ Κέλσος· Ἐκεῖνο δ' οὐκ ἐνθυμηθήσονται πάλιν; Εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομοθετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαῤῥήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ' υἱὸς ἄρα αὐτοῦ, ὁ «Ναζωραῖος» ἄνθρωπος, ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ «τοὺς κόρακας», ἐσθῆτος δὲ ἧττον ἢ «τὰ κρίνα», τῷ δ' ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν; Πότερον Μωϋσῆς ἢ Ἰησοῦς ψεύδεται; Ἢ ὁ πατὴρ τοῦτον πέμπων ἐπελάθετο, τίνα Μωϋσεῖ διετάξατο; Ἢ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει;

Πέπονθε δὴ διὰ τούτων Κέλσος πρᾶγμα ὁ πάντ' ἐπίστασθαι ἐπαγγελλόμενος ἰδιωτικώτατον, περὶ τοῦ νοῦ τῶν γραφῶν οἰηθεὶς πλέον τῶν κατὰ τὸ γράμμα λέξεων μηδένα λόγον εἶναι βαθύτερον ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις· οὐχ ὁρῶν ὅτι οὐκ ἂν οὕτω προφανῶς ἀπιθάνως τὸν σωματικὸν ἐπηγγέλλετο πλοῦτον τοῖς ὀρθῶς βιώσασιν ὁ λόγος, δεικνυμένων δικαιοτάτων ἐν ἄκρᾳ πενίᾳ βεβιωκέναι. Οἱ γοῦν προφῆται καὶ διὰ τὸ καθαρῶς βεβιωκέναι τὸ θεῖον πνεῦμα χωρήσαντες «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς»· «πολλαὶ» γὰρ «αἱ θλίψεις τῶν δικαίων» κατὰ τὸν ὑμνῳδόν.

Εἴπερ δὲ ἀνέγνω τὸν Μωϋσέως νόμον ὁ Κέλσος, εἰκὸς ὅτι τὸ «δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ», λεγόμενον πρὸς τὸν τηροῦντα τὸν νόμον, ᾠήθη τοιοῦτον εἶναι, ὥστ' ἐν ἐπαγγελίᾳ λέγεσθαι τῷ δικαίῳ τοσοῦτον πλουτήσειν τὸν τυφλὸν πλοῦτον, ὥστε διὰ τὸ πλῆθος τῶν χρημάτων οὐ μόνον Ἰουδαίοις δανείζειν τὸν δίκαιον ἀλλ' οὐδ' ἄλλῳ ἑνὶ ἔθνει ἢ δευτέρῳ ἢ τρίτῳ ἀλλὰ πολλοῖς. Πόσα οὖν ἂν ὁ δίκαιος ἐκέκτητο χρήματα, μισθὸν τῆς δικαιοσύνης αὐτὰ κατὰ τὸν νόμον λαβών, ἵνα δανιοῖ «πολλοῖς ἔθνεσιν»; Ἀκόλουθον δ' ἐστὶ τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τὸ ὑπολαμβάνειν ὅτι οὐδέ ποτε ὁ δίκαιος δανείζεται, ἐπεὶ γέγραπται· «Σὺ δὲ οὐ δανιῇ.» Ἆρ' οὖν ἔμεινε τὸ ἔθνος τοσούτοις χρόνοις ἐν τῇ κατὰ Μωϋσέα θεοσεβείᾳ, προφανῶς βλέπον ψευδόμενον ὅσον ἐπὶ τῷ Κέλσῳ τὸν νομοθέτην; Οὐδὲ γὰρ ἱστόρηταί τις τοσοῦτον πλουτήσας, ὡς δεδανεικέναι «ἔθνεσι πολλοῖς». Ἀλλ' οὐ πιθανὸν οὕτως αὐτοὺς διδασκομένους ἀκούειν τοῦ νόμου, ὡς Κέλσος ᾤετο, καὶ προφανῶς βλέποντας ψευδεῖς τὰς κατὰ τὸν νόμον ἐπαγγελίας ἀγωνίζεσθαι περὶ τοῦ νόμου.

Ἐὰν δὲ τὰς ἀναγεγραμμένας τις ἁμαρτίας τοῦ λαοῦ φέρῃ παράδειγμα τοῦ καταπεφρονηκέναι αὐτοὺς τοῦ νόμου, τάχα διὰ τὸ κατεγνωκέναι αὐτοῦ ὡς ψευδομένου, λεκτέον πρὸς αὐτὸν ὅτι ἀναγνωστέον καὶ τοὺς χρόνους, ἐν οἷς ὅλος ὁ λαὸς ἀναγέγραπται μετὰ τὸ πεποιηκέναι τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπὶ τὸ βέλτιον καὶ τὴν κατὰ τὸν νόμον θεοσέβειαν μεταβεβληκέναι.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité