24.
Πάλιν τε αὖ τὸ δόξης ἀντιποιεῖσθαι τῆς παρ' ἀνθρώποις οὐ κατὰ τὴν Ἰησοῦ μόνου διδασκαλίαν κωλύεσθαί φαμεν ἀλλὰ καὶ κατὰ τὴν παλαιὰν γραφήν. Ἐπαρώμενος γοῦν ἑαυτῷ τις τῶν προφητῶν, εἰ ἔνοχος εἴη τοῖς ἁμαρτήμασι, φησὶν ἀντὶ μεγίστου κακοῦ συμβῆναι ἂν αὐτῷ καὶ τὴν βιωτικὴν δόξαν. Λέγει δὲ οὕτως· «Κύριε, ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.»
Ἀλλ' οὐδὲ τὸ «Μὴ μεριμνᾶτε τί φάγητε ἢ τί πίητε. Κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ ἢ κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσι, καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;» καὶ «Περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ» καὶ τὰ ἑξῆς ἐναντία ἐστὶ ταῖς ἐν τῷ νόμῳ εὐλογίαις, διδασκούσαις τὸν δίκαιον ἐσθίοντα πληροῦσθαι, καὶ τῷ ὑπὸ τοῦ Σολομῶντος τοῦτον εἰρημένῳ τὸν τρόπον· «Δίκαιος ἐσθίων ἐμπίπλησι ψυχήν, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.» Χρὴ γὰρ ὁρᾶν τὴν τῆς ψυχῆς τροφὴν δηλουμένην ἐν τῇ κατὰ τὸν νόμον εὐλογίᾳ· ἧς οὐχ ὁ σύνθετος πληροῦται ἄνθρωπος ἀλλ' ἡ ψυχὴ μόνη. Ἀπὸ δὲ τοῦ εὐαγγελίου λαμβάνειν δεῖ τάχα μέν τι καὶ βαθύτερον τάχα δέ τι καὶ ἁπλούστερον, ὅτι χρὴ μὴ ξενίζεσθαι ταῖς περὶ τῶν τροφῶν καὶ ἐνδυμάτων τὴν ψυχὴν φροντίσιν, ἀλλ' εὐτέλειαν ἀσκοῦντα πεπεῖσθαι ἀπὸ τοῦ θεοῦ προνοεῖσθαι, εἰ μόνων τις τῶν ἀναγκαίων φροντίζοι.
