• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

26.

Εἰ δὲ χρὴ κἂν ὀλίγα περὶ τῆς διαφόρου πολιτείας εἰπεῖν, ἥντινα Ἰουδαῖοι κατὰ Μωϋσέα πρότερον ἐπολιτεύοντο, καὶ ἣν Χριστιανοὶ νῦν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν βούλονται κατορθοῦν, φήσομεν ὅτι οὔτε τῇ κλήσει τῶν ἐθνῶν ἥρμοζε κατὰ τὸν Μωϋσέως ὡς πρὸς τὸ γράμμα πολιτεύεσθαι νόμον, ὑπὸ Ῥωμαίοις τεταγμένων, οὔτε τοῖς πάλαι Ἰουδαίοις οἷόν τ' ἦν τὸ σύστημα τῆς πολιτείας ἔχειν ἀκαθαίρετον, εἰ καθ' ὑπόθεσιν τῇ κατὰ τὸ εὐαγγέλιον πολιτείᾳ ἐπείθοντο. Ἀναιρέσει μὲν γὰρ πολεμίων ἢ τῶν παρὰ τὸν νόμον πεποιηκότων καὶ ἀξίων κριθέντων τῆς διὰ πυρὸς ἢ λίθων ἀναιρέσεως οὐχ οἷόν τ' ἦν Χριστιανοὺς χρῆσθαι κατὰ τὸν Μωϋσέως νόμον, εἴ γε οὐδ' οἱ Ἰουδαῖοι θέλοντες κατ' ἐκείνων δύνανται ταῦτα, ὡς ὁ νόμος προσέταξεν, ἐπιτελεῖν. Πάλιν τε αὖ ἐὰν ἀνέλῃς ἀπὸ τῶν τότε Ἰουδαίων, σύστημα ἴδιον πολιτείας καὶ χώρας ἐχόντων, τὸ ἐπεξιέναι τοῖς πολεμίοις καὶ στρατεύεσθαι ὑπὲρ τῶν πατρίων καὶ ἀναιρεῖν ἢ ὅπως ποτὲ κολάζειν τοὺς μοιχεύσαντας ἢ φονεύσαντας ἤ τι τῶν τοιούτοις παραπλησίων πεποιηκότας, οὐδὲν λείπεται ἢ τὸ ἄρδην αὐτοὺς ἀθρόους ἀθρόως ἀπολέσθαι, ἐπιτιθεμένων τῶν πολεμίων τῷ ἔθνει, ὡς ὑπὸ τοῦ ἰδίου νόμου ἐκνενευρισμένων καὶ κωλυομένων ἀμύνεσθαι τοὺς πολεμίους. Καὶ μὴ βουλομένη γε ἡ πάλαι μὲν τὸν νόμον δεδωκυῖα πρόνοια νῦν δὲ τὸ Ἰησοῦ Χριστοῦ εὐαγγέλιον κρατεῖν ἔτι τὰ Ἰουδαίων καθεῖλεν αὐτῶν τὴν πόλιν καὶ τὸν ναὸν καὶ τὴν παρὰ τῷ ναῷ διὰ θυσιῶν καὶ τῆς ἀναγεγραμμένης λατρείας θεραπείαν τοῦ θεοῦ. Ὥσπερ δ' ἐκεῖνα μὴ βουλομένη ἐπιτελεῖσθαι ἔτι καθεῖλε, τὸν τρόπον τὸν αὐτὸν τὰ Χριστιανῶν ηὔξησε καὶ ὁσημέραι εἰς πλῆθος ἤδη δὲ καὶ παῤῥησίαν ἐπιδέδωκε, καίτοι γε μυρίων ὅσων κωλυμάτων γενομένων πρὸς τὸ μὴ ἐπισπαρῆναι τὴν Ἰησοῦ διδασκαλίαν τῇ οἰκουμένῃ. Ἀλλ' ἐπεὶ θεὸς ἦν ὁ βουλόμενος καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὠφεληθῆναι διὰ τῆς Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίας, πᾶσα μὲν ἀνθρωπίνη βουλὴ κατὰ Χριστιανῶν καθῃρέθη, ὅσῳ <δ'> αὐτοὺς ἐταπείνουν βασιλεῖς καὶ ἐθνῶν ἡγούμενοι καὶ δῆμοι πανταχοῦ, τοσούτῳ πλείους ἐγίνοντο «καὶ κατίσχυον σφόδρα σφόδρα».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy