43.
Φήσομεν οὖν πρῶτον ὅτι, [εἰ μὲν ὁ ἀπιστῶν τῷ περὶ τοῦ εἴδους τῆς περιστερᾶς φάσματι τοῦ ἁγίου πνεύματος ἀνεγέγραπτο ἐπικούρειος εἶναι ἢ δημοκρίτειος ἢ περιπατητικός,] χώραν ἂν εἶχεν ἀκόλουθον τῷ προσωποποιουμένῳ [τὸ λεγόμενον· νυνὶ δὲ οὐδὲ τοῦθ' ὁ σοφώτατος Κέλσος ἑώρακεν, ὅτι Ἰουδαίῳ, πλείονα πιστεύοντι καὶ παραδοξότερα ἐκ τῶν προφητικῶν γραφῶν τῆς περὶ τοῦ εἴδους τῆς περιστερᾶς ἱστορίας, τὸν τοιοῦτον περιέθηκε λόγον. Εἴποι γὰρ ἄν τις τῷ Ἰουδαίῳ, περὶ τοῦ φάσματος ἀπιστοῦντι] καὶ οἰομένῳ κατηγορεῖν αὐτοῦ ὡς πλάσματος· [σὺ δὲ πόθεν, ὦ οὗτος, ἀποδεῖξαι ἂν ἔχοις ὅτι εἶπε κύριος ὁ θεὸς τῷ Ἀδὰμ ἢ τῇ Εὔᾳ ἢ τῷ Κάϊν ἢ τῷ Νῶε ἢ τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβ τὰ ἀναγεγραμμένα αὐτὸν εἰρηκέναι τοῖς ἀνδράσι τούτοις;] Ἵνα δὲ τῇ ἱστορίᾳ ταύτῃ ἱστορίαν παραβάλω, εἴποιμ' ἂν πρὸς τὸν Ἰουδαῖον· [καὶ ὁ σὸς Ἰεζεκιὴλ ἀνέγραψε λέγων· «Ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὅρασιν θεοῦ», ἥντινα διηγησάμενος ἐπιφέρει αὐτῇ· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου· καὶ εἶπε πρός με.»] Εἰ γὰρ ψευδῆ τὰ περὶ τοῦ Ἰησοῦ ἀναγεγραμμένα, ἐπεὶ μὴ ἔχομεν, ὡς ὑπολαμβάνεις, ἐναργῶς παραστῆσαι, [πῶς ταῦτά ἐστιν ἀληθῆ ὑπ' αὐτοῦ μόνου ἑωραμένα ἢ ἀκουσθέντα] καί, ὡς ἔδοξας τετηρηκέναι, καὶ ὑπὸ ἑνὸς τῶν κολασθέντων· τί οὐχὶ μᾶλλον καὶ τὸν Ἰεζεκιὴλ φήσομεν τερατευόμενον εἰρηκέναι τὸ «Ἠνοίχθησαν οἱ οὐρανοὶ» καὶ τὰ ἑξῆς; [Ἀλλὰ καὶ ἐὰν ὁ Ἡσαΐας φάσκῃ· «Εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνὶ» καὶ τὰ ἑξῆς, πόθεν, ὅτι ἀληθῶς ἑώρακε; Πεπίστευκας γάρ, ὦ Ἰουδαῖε, τούτοις ὡς ἀψευδέσι καὶ ὑπὸ θειοτέρου πνεύματος οὐ μόνον ἑωραμένοις τῷ προφήτῃ ἀλλὰ καὶ εἰρημένοις καὶ ἀναγεγραμμένοις. Τίνι δὲ καὶ πιστεύειν] μᾶλλον ἄξιον, φάσκοντι ἀνεῷχθαι αὐτῷ τοὺς οὐρανοὺς καὶ φωνῆς ἀκηκοέναι ἢ ἑωρακέναι «τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», [Ἡσαΐᾳ καὶ Ἰεζεκιὴλ ἢ τῷ Ἰησοῦ; Ἐκείνων μὲν γὰρ ἔργον οὐδὲν τηλικοῦτον εὑρίσκεται· τοῦ δὲ Ἰησοῦ τὸ ἀνδραγάθημα] οὐ κατὰ τοὺς αὐτοὺς τῆς ἐνσωματώσεως μόνους γέγονε χρόνους, ἀλλὰ καὶ μέχρι τοῦ δεῦρο ἡ Ἰησοῦ δύναμίς ἐστιν ἐνεργοῦσα τὴν ἐπιστροφὴν καὶ τὴν βελτίωσιν ἐν τοῖς πιστεύουσι δι' αὐτοῦ τῷ θεῷ. [Ἐναργὲς δὲ δεῖγμα τοῦ δυνάμει αὐτοῦ ταῦτα γίνεσθαι τό, ὡς αὐτός φησι καὶ καταλαμβάνεται, μὴ ὄντων ἐργατῶν τῶν ἐργαζομένων τὸν θερισμὸν τῶν ψυχῶν, τοσοῦτον εἶναι θερισμόν, συγκομιζομένων καὶ συναγομένων εἰς τὰς πανταχοῦ ἅλωνας τοῦ θεοῦ καὶ ἐκκλησίας.]
