30.
Δοκεῖ δέ μοι καὶ τὰ περὶ τῶν τῇδε τιμίων εἶναι νομιζομένων λίθων, ἀποῤῥοήν τινα λεγομένων ἔχειν ἀπὸ τῶν ἐν τῇ κρείττονι γῇ λίθων, εἰλῆφθαι τῷ Πλάτωνι ἀπὸ τῶν ἐν τῷ Ἡσαΐᾳ ἀναγεγραμμένων περὶ τῆς πόλεως τοῦ θεοῦ, περὶ ἧς γέγραπται· «Θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς λίθους σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς» καὶ πάλιν· «Θήσω τὰ θεμέλιά σου σάπφειρον.» Τὸν μὲν οὖν παρὰ Πλάτωνι ἀλληγοροῦντες μῦθον οἱ σεμνότερον τὰ τοῦ φιλοσόφου ἐξειληφότες διηγοῦνται, τὰς δὲ προφητείας, ἀφ' ὧν στοχαζόμεθα καὶ τὸν Πλάτωνα εἰληφέναι, οἱ συγγενῶς τοῖς προφήταις καὶ ἐνθέως βιώσαντες καὶ πάντα τὸν χρόνον ἀναθέντες τῇ ἐξετάσει τῶν ἱερῶν γραμμάτων τοῖς ἐπιτηδείοις διὰ βίου καθαρότητα καὶ τὴν περὶ τὰ θεῖα φιλομάθειαν παραστήσουσιν.
Ἡμῖν δὲ προκεῖμενον ἦν δεῖξαι ὅτι ἡμεῖς μὲν οὐκ ἀπὸ Ἑλλήνων ἢ Πλάτωνος τὰ περὶ τῆς ἁγίας γῆς εἰλήφαμεν· ἐκεῖνοι δέ, νεώτεροι γενόμενοι οὐ μόνον τοῦ ἀρχαιοτάτου Μωϋσέως ἀλλὰ καὶ τῶν πλείστων προφητῶν, ἤτοι παρακηκόασί τινων αἰνισσομένων περὶ τῶν τοιούτων, ἢ καὶ ταῖς ἱεραῖς ἐντυχόντες γραφαῖς παραποιήσαντες αὐτὰ τοιαῦτά τινα περὶ τῆς κρείττονος εἰρήκασι γῆς. Σαφῶς δ' ὁ Ἀγγαῖος παρίστησιν ἄλλο μὲν εἶναι «τὴν ξηρὰν» ἄλλο δὲ «τὴν γῆν», ξηρὰν καλῶν ταύτην, ἐφ' ᾗ ἐσμεν. Λέγει δὲ οὕτως· «Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ξηρὰν καὶ τὴν θάλασσαν.»