31.
Ὥσπερ δὲ αὐτὸς τὴν διήγησιν ἀνατίθεται τοῦ παρὰ Πλάτωνι μύθου, κειμένου <ἐν> τῷ Φαίδωνι, λέγων τάδε· Τί δὲ διὰ τούτων ἐμφανίζει, οὐ παντὶ γνῶναι ῥᾴδιον· εἰ μὴ ὅστις ἐπαΐειν δύναιτο, τί ποτ' ἐστὶν ἐκεῖνο ὅ φησιν· «ὑπ' ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι διεξελθεῖν ἐπ' ἔσχατον τὸν ἀέρα»· «καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς»· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τὰ περὶ τῆς ἁγίας καὶ ἀγαθῆς γῆς καὶ τῆς ἐν αὐτῇ πόλεως τοῦ θεοῦ οὐ κατὰ τὴν ἐνεστῶσαν νομίζοντες εἶναι πραγματείαν σαφηνίσαι ὑπερτιθέμεθα εἰς τὰ ἐξηγητικὰ τῶν προφητῶν, ἀπὸ μέρους κατὰ τὸ δυνατὸν ἡμῖν διηγησάμενοι περὶ πόλεως θεοῦ ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν τεσσαρακοστὸν καὶ πέμπτον ψαλμὸν καὶ τὸν τεσσαρακοστὸν καὶ ἕβδομον ψαλμόν. Οἶδε δὲ ὁ ἀρχαιότατος Μωϋσέως καὶ τῶν προφητῶν λόγος τὰ ἀληθινὰ πάντα ὁμώνυμα τοῖς τῇδε καθολικωτέροις, οἷον «ἀληθινὸν φῶς» καὶ «οὐρανὸν» ἕτερον παρὰ «τὸ στερέωμα» καὶ τὸν «τῆς δικαιοσύνης» ἥλιον ἄλλον παρὰ τὸν αἰσθητόν. Καὶ ἁπαξαπλῶς δέ φησιν πρὸς ἀντιδιαστολὴν τῶν αἰσθητῶν, ὧν οὐδέν ἐστιν ἀληθινόν, τό· «Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ», ἐπ' ἀληθινῶν μὲν τάσσων τὰ ἔργα τοῦ θεοῦ ἐπὶ ἡττόνων δὲ τὰ λεγόμενα «ἔργα τῶν χειρῶν» αὐτοῦ. Μεμφόμενος γοῦν τισι διὰ τοῦ Ἡσαΐου φησί· «Τὰ ἔργα κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.» Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.