• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

38.

Νοῦν τοίνυν ἢ ἐπέκεινα νοῦ καὶ οὐσίας λέγοντες εἶναι ἁπλοῦν καὶ ἀόρατον καὶ ἀσώματον τὸν τῶν ὅλων θεόν, οὐκ ἂν ἄλλῳ τινὶ ἢ τῷ κατὰ τὴν ἐκείνου τοῦ νοῦ εἰκόνα γενομένῳ φήσομεν καταλαμβάνεσθαι τὸν θεόν· νῦν μέν, ἵνα τῇ λέξει χρήσωμαι τοῦ Παύλου, «δι' ἐσόπτρου καὶ <ἐν> αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον». «Πρόσωπον» δὲ ἐὰν λέγω, μὴ συκοφαντείτω τις διὰ τὴν λέξιν τὸν δηλούμενον νοῦν ὑπ' αὐτῆς, ἀλλὰ μανθανέτω <ἐν τῷ> «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν» οὐ πρόσωπον αἰσθητὸν ἐν τοῖς τοιούτοις παραλαμβανόμενον ἀλλὰ κατὰ τροπολογίαν νοούμενον ὡς καὶ ὀφθαλμοὺς καὶ ὦτα, καὶ ὅσα ἐν τοῖς ἀνωτέρω ὁμώνυμα τοῖς τοῦ σώματος μέλεσι παρεστήσαμεν.

Καὶ ἄνθρωπος μὲν οὖν, τουτέστι ψυχὴ χρωμένη σώματι, λεγομένη «ὁ ἔσω ἄνθρωπος» ἀλλὰ καὶ «ψυχή», ἀποκρίνεται οὐχ ἅπερ Κέλσος ἀνέγραψεν, ἀλλ' ἅπερ αὐτὸς διδάσκει ὁ τοῦ θεοῦ ἄνθρωπος. Σαρκὸς δὲ φωνῇ οὐκ ἂν Χριστιανὸς χρήσαιτο, μαθὼν «πνεύματι τὰς πράξεις τοῦ σώματος» θανατοῦν καὶ «πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» περιφέρειν καὶ «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς», καὶ εἰδὼς τί δηλοῦται ἐκ τοῦ «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας», ἐπιστάμενος δὲ καὶ ὅτι «Οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» καὶ διὰ τοῦτο πάντα πράττων εἰς τὸ μηδαμῶς αὐτὸν ἔτι εἶναι «ἐν τῇ σαρκὶ ἀλλ'» «ἐν» μόνῳ «τῷ πνεύματι».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy