40.
Ἑξῆς δὲ τοῖς ἐξετασθεῖσιν ὁ Κέλσος ὡς πρὸς πάντας Χριστιανοὺς ἀποτείνει λόγον, ὅντινα πρὸς τοὺς πάντῃ ἀλλοτρίους τῆς Ἰησοῦ διδασκαλίας ὁμολογοῦντας εἶναι εἰ ἄρα λέγειν ἥρμοζεν. Ὀφιανοὶ γάρ, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὸν Ἰησοῦν ἐξ ὅλων ἀρνούμενοι ἢ εἴ τινες ἄλλοι τὰ παραπλήσια ἐκείνοις φρονοῦντές εἰσιν οἱ τὰ εἴδωλα προμνώμενοι, πλάνοι καὶ γόητες· καὶ ἐκεῖνοί εἰσιν οἱ τὰ ὀνόματα τῶν θυρωρῶν ἀθλίως ἐκμανθάνοντες. Μάτην οὖν πρὸς Χριστιανούς φησι τό· Κἂν ἡγεμόνα τῆς ὁδοῦ ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προμνώμενοι. Καὶ μηδ' ἐπιστάμενος ὅτι οἱ τοιοῦτοι οὐκ ἔλαττον Κέλσου ὡς γόητες σὺν ἐκείνῳ κακῶς λέγουσι τὸν Ἰησοῦν καὶ πᾶσαν τὴν κατ' αὐτὸν θεοσέβειαν, φησὶ φύρων ἡμᾶς ἐν ἐκείνοις τῷ ἑαυτοῦ λόγῳ· Ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι, τοὺς μὲν ἄλλους, τοὺς δεικνυμένους θεούς, ὡς εἴδωλα βλασφημοῦντες τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ' ὄντως νεκρὸν σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες.
Ὅτι γὰρ μὴ ἐπιστάμενος, τί μὲν Χριστιανοὶ λέγουσι τί δὲ οἱ τοιούτους μύθους ἀναπλάσσοντες, ἀλλ' οἰόμενος ἡμῖν προσεῖναι τὰ ἐκείνοις προσαγόμενα ἐγκλήματα ταῦτα λέγει πρὸς ἡμᾶς οὐ προσόντα ἡμῖν, δῆλον ἐκ τοῦ <διὰ> τὴν μὲν δὴ τοιάνδε ἀπάτην καὶ τοὺς θαυμαστοὺς ἐκείνους συμβούλους καὶ τὰ δαιμόνια ῥήματα, τὰ πρὸς τὸν λέοντα καὶ τὸν ἀμφίβιον καὶ τὸν ὀνοειδῆ καὶ τοὺς ἄλλους θεσπεσίους θυρωρούς, ὧν τὰ ὀνόματα ἀθλίως ἐκμανθάνοντες οἱ δύστηνοι κακῶς δαιμονᾶτε, <ἀπάγεσθε> καὶ ἀνασκολοπίζεσθε. Καὶ οὐκ εἶδέ γε ὅτι οὐδεὶς τῶν τὸν λεοντοειδῆ καὶ τὸν ὀνοειδῆ καὶ τὸν ἀμφίβιον νομιζόντων εἶναι θυρωροὺς τῆς ἀνόδου ἕως θανάτου ἵσταται κἂν ὑπὲρ τῆς φαινομένης αὐτῷ ἀληθείας. Ἀλλὰ τὸ ὑφ' ἡμῶν δι' εὐσεβείας, ἵν' οὕτως εἴπω, ὑπερβολὴν γινόμενον, παρεχόντων ἑαυτοὺς παντὶ τρόπῳ θανάτου, καὶ τὸ ἀνασκολοπίζεσθαι ἐκείνοις προσάγει τοῖς μηδὲν τούτων πάσχουσιν· καὶ ἡμῖν τοῖς ἀνασκολοπιζομένοις δι' εὐσέβειαν ὀνειδίζει τὴν ἐκείνων περὶ τὸν λεοντοειδῆ καὶ τὸν ἀμφίβιον καὶ τὰ λοιπὰ μυθοποιΐαν. Οὐ διὰ Κέλσον τοίνυν φεύγομεν τὸν περὶ λεοντοειδοῦς καὶ τῶν λοιπῶν λόγον, οὐδὲ γὰρ τὴν ἀρχὴν τοιοῦτόν τι παρειλήφαμεν· ἀλλ' ἀκολουθοῦντες τῇ διδασκαλίᾳ Ἰησοῦ τὰ ἐναντία ἐκείνοις λέγομεν, οὐ συγκατατιθέμενοι τῷ τοιόνδε εἶναι τῷ προσώπῳ τὸν Μιχαὴλ καὶ τοιόνδε ἕτερόν τινα τῶν προκατειλεγμένων.