• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ἕβδομος

42.

Εἶτα μετὰ ταῦτα ὡς ἐπὶ ἐνεργέστερον διδάσκαλον τῶν θεολογίας πραγμάτων ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Πλάτωνα, παρατιθέμενος αὐτοῦ τὰς ἀπὸ τοῦ Τιμαίου λέξεις οὕτως ἐχούσας· «Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.» Εἶτ' ἐπιφέρει τούτοις λέγων· Ὁρᾶτε ὅπως ζητεῖται θεοπρόποις καὶ <φιλοσόφοις> ἀληθείας ὁδός, καὶ ὡς ᾔδει Πλάτων ὅτι ταύτῃ βῆναι πᾶσιν «ἀδύνατον». Ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν, διαδηλοῦσαν αὐτὸν ἢ τῇ συνθέσει τῇ ἐπὶ τὰ ἄλλα ἢ ἀναλύσει ἀπ' αὐτῶν ἢ ἀναλογίᾳ, τὸ ἄλλως ἄῤῥητον θέλω <μὲν> διδάξαι θαυμάσαιμι δ' ἂν εἰ ἀκολουθῆσαι δυνήσεσθε, παντελῶς τῇ σαρκὶ ἐνδεδεμένοι καὶ μηδὲν καθαρὸν βλέποντες.

Μεγαλοφυῶς μὲν οὖν καὶ οὐκ εὐκαταφρονήτως τὴν ἐκκειμένην λέξιν ὁ Πλάτων προφέρεται. Ὅρα δὲ εἰ μὴ φιλανθρωπότερον ὁ θεῖος λόγος εἰσάγει τὸν «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸν λόγον γινόμενον σάρκα, ἵνα εἰς πάντας δυνατὸς ᾖ φθάνειν ὁ λόγος, ὃν καὶ τὸν «εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν» φησὶν ὁ Πλάτων. Πλάτων μὲν οὖν λεγέτω «τὸν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς ἔργον» εἶναι «εὑρεῖν», <οὐκ> «ἀδύνατον» ἐμφαίνων εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὸ εὑρεῖν κατ' ἀξίαν τὸν θεόν, ἢ εἰ μὴ κατ' ἀξίαν ἀλλ' ἐπὶ πλεῖόν γε καὶ παρὰ τοὺς πολλούς· ὅπερ εἰ ἦν ἀληθὲς καὶ θεὸς κατ' ἀλήθειαν εὕρητο Πλάτωνι ἤ τινι Ἑλλήνων, οὐκ <ἂν> ἄλλο τι ἔσεβον καὶ θεὸν ἐκάλουν καὶ προσεκύνουν, ἤτοι τοῦτον καταλιπόντες ἢ συμπαραλαμβάνοντες τὰ μὴ συμπαραληπτὰ τῷ τηλικούτῳ θεῷ· ἡμεῖς δὲ ἀποφαινόμεθα ὅτι οὐκ αὐτάρκης ἡ ἀνθρωπίνη φύσις ὁπωσποτανοῦν ζητῆσαι τὸν θεὸν καὶ εὑρεῖν αὐτὸν καθαρῶς, μὴ βοηθηθεῖσα ὑπὸ τοῦ ζητουμένου, εὑρισκομένου τοῖς ὁμολογοῦσι μετὰ τὸ παρ' αὐτοὺς ποιεῖν ὅτι δέονται αὐτοῦ, ἐμφανίζοντος ἑαυτὸν οἷς ἂν κρίνῃ εὔλογον εἶναι ὀφθῆναι, ὡς πέφυκε θεὸς μὲν ἀνθρώπῳ γινώσκεσθαι ἀνθρώπου δὲ ψυχὴ ἔτι οὖσα ἐν σώματι γινώσκειν τὸν θεόν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy