46.
Πρὸς ταῦτα δ' ἡμεῖς φήσομεν, [οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων, κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα], ὅτι οἱ μὲν διαλοιδορούμενοι τοῖς κατὰ δύναμιν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβεῖν θέλουσιν, ἀποδεχόμενον ἰδιωτῶν τὴν εἰς αὐτὸν πίστιν καὶ συνετωτέρων τὴν μετὰ λόγου εἰς αὐτὸν εὐσέβειαν, μετ' εὐχαριστίας ἐναπεμπόντων εὐχὰς τῷ δημιουργῷ τοῦ παντὸς καὶ ἀναπεμπόντων αὐτὰς ὡς δι' ἀρχιερέως τοῦ τὴν εἰλικρινῆ θεοσέβειαν ἀνθρώποις παραστήσαντος, καὶ καλοῦντες αὐτοὺς κεχωλευμένους τὰς ψυχὰς καὶ ἠκρωτηριασμένους λέγοντες δὲ καὶ σώματι ζῶντας τῷ νεκρῷ τοὺς μελετῶντας ἀπὸ διαθέσεως λέγειν τό· «Ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ» ὁράτωσαν μὴ κατ' αὐτὸ τοῦτο <τὸ> λέγειν κακῶς ἀνθρώπους, εὐχομένους εἶναι θεοῦ, τὰς ψυχὰς ἑαυτῶν χωλὰς κατασκευάζωσι <καὶ> «τὸν ἔσω» ἑαυτῶν «ἄνθρωπον» ἀκρωτηριάζωσιν, ἀποκόπτοντες αὐτοῦ διὰ τῶν εἰς ἑτέρους δυσφημιῶν, τοὺς καλῶς βιοῦν ἐθέλοντας, τὸ ἐπιεικὲς καὶ τὸ εὐσταθές, ἐνεσπαρμένα φυσικῶς ὑπὸ τοῦ δημιουργοῦ τῇ λογικῇ φύσει. Οἱ δὲ πρὸς ἑτέροις μαθόντες ἀπὸ τοῦ θείου λόγου καὶ ποιοῦντες καὶ τὸ «λοιδορούμενοι» εὐλογεῖν, «διωκόμενοι» ἀνέχεσθαι, «δυσφημούμενοι» παρακαλεῖν, οὗτοι ἂν εἶεν οἱ τὰς τῆς ψυχῆς βάσεις ὀρθώσαντες καὶ ὅλην τὴν ψυχὴν καθαίροντες καὶ εὐτρεπίζοντες· οὐχ ἵνα λέξεσι μόναις οὐσίαν ἀπὸ γενέσεως χωρίζωσι καὶ νοητὸν ἀπὸ ὁρατοῦ, καὶ τὴν μὲν ἀλήθειαν τῇ οὐσίᾳ συνάπτωσι τὴν δὲ μετὰ γενέσεως πλάνην παντὶ τρόπῳ φεύγωσι, σκοποῦντες, ὡς ἔμαθον, οὐ τὰ γενέσεως, ἅπερ ἐστὶ «βλεπόμενα» καὶ διὰ τοῦτο «πρόσκαιρα», ἀλλὰ τὰ κρείττονα, εἴτ' οὐσίαν αὐτά τις βούλεται καλεῖν εἴτε διὰ τὸ νοητὰ τυγχάνειν «ἀόρατα» εἴτε διὰ τὸ ἔξω αἰσθήσεως εἶναι αὐτῶν τὴν φύσιν «μὴ βλεπόμενα».
Οὕτω δὲ καὶ τοῖς γενέσεως ἐνορῶσιν οἱ τοῦ Ἰησοῦ μαθηταί, ὥστε οἱονεὶ ἐπιβάθρᾳ χρῆσθαι αὐτοῖς πρὸς τὴν κατανόησιν τῆς τῶν νοητῶν φύσεως· «Τὰ γὰρ ἀόρατα» τοῦ θεοῦ «ἀπὸ κτίσεως κόσμου», τουτέστι τὰ νοητά, «τοῖς ποιήμασι νοούμενα» ἐν τῷ νοεῖσθαι «καθορᾶται». Καὶ οὐχ ἵστανταί γε ἀναβάντες ἀπὸ τῶν τοῦ κόσμου κτισμάτων ἐν τοῖς ἀοράτοις τοῦ θεοῦ· ἀλλὰ γὰρ ἱκανῶς ἐκείνοις ἐγγυμνασάμενοι καὶ συνιέντες αὐτὰ ἀναβαίνουσιν ἐπὶ τὴν ἀΐδιον δύναμιν τοῦ θεοῦ καὶ ἁπαξαπλῶς τὴν θεότητα αὐτοῦ, ἐπιστάμενοι ὅτι ὁ μὲν φιλάνθρωπος θεὸς «τὴν ἀλήθειαν» καὶ «τὸ» ἑαυτοῦ «γνωστὸν» «ἐφανέρωσεν» οὐ μόνον τοῖς ἀνακειμένοις αὐτῷ ἀλλὰ καί τισι τῶν ἔξω τῆς εἰλικρινοῦς θεοσεβείας καὶ εἰς αὐτὸν εὐσεβείας· τινὲς δὲ τῶν θεοῦ προνοίᾳ ἀναβεβηκότων ἐπὶ τὴν τῶν τηλικούτων γνῶσιν οὐκ ἄξια τῆς γνώσεως δρῶντες ἀσεβοῦσι καὶ «τὴν ἀλήθειαν ἐν ἀδικίᾳ» κατέχουσιν, οὐδ' ἀπολογίας ἔτι χώραν ἐπὶ τῇ γνώσει τῶν τηλικούτων ἔχειν δυνάμενοι παρὰ τῷ θεῷ.