49.
Ταῦτα δὴ λέλεκταί μοι οὐ προσφιλονεικοῦντι μὲν τοῖς καλῶς καὶ παρ' Ἕλλησι νενοημένοις οὐδὲ κατηγοροῦντι τῶν ὑγιῶν δογμάτων βουλομένῳ δὲ παραστῆσαι ὅτι καὶ ταῦτα ἀλλὰ καὶ τούτων ἔτι μείζονα καὶ θειότερα λέλεκται μὲν παρὰ τοῖς θείοις ἀνδράσι, προφήταις τοῦ θεοῦ καὶ ἀποστόλοις τοῦ Ἰησοῦ, ἐξετάζεται δὲ παρὰ τοῖς τελειότερον χριστιανίζειν ἐθέλουσι καὶ ἐπισταμένοις ὅτι «Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν· ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.» Ἀλλὰ καὶ παρ' οἷς εἴτε διὰ πολλὴν ἰδιωτείαν εἴτε δι' ἁπλότητα εἴτε καὶ δι' ἀπορίαν τῶν προτρεψάντων ἐπὶ τὴν λογικὴν εὐσέβειαν ταῦτα μὲν οὐ τετράνωται θεὸς δὲ ὁ ἐπὶ πᾶσι πιστεύεται καὶ ὁ τούτου «μονογενὴς υἱὸς» λόγος καὶ θεός, εὑρεθείη ἄν <τι> σεμνότητος καὶ καθαρότητος καὶ ἤθους ἀφέλεια καὶ ἁπλότης πολλάκις κρείττων, ἣν οἱ «φάσκοντες εἶναι σοφοὶ» μὴ ἀνειληφότες ἐγκαλινδοῦνται μετὰ παίδων ἐν οἷς οὐ θέμις, «ἄῤῥενες ἐν ἄῤῥεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι».