• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ὄγδοος

1.

Ἤδη ἔφθασα ἐπὶ τὸ συντελέσαι ἑπτὰ βιβλία, θέλω δὲ ἄρξασθαι καὶ ὀγδόου. Θεὸς δὲ καὶ ὁ «μονογενὴς» αὐτοῦ λόγος παρέσται ἡμῖν, ἵνα γενναίως μὲν τὰ Κέλσου ψεύδη διελεγχθῇ, μάτην ἐπιγεγραμμένα ἀληθὴς λόγος, δυνατῶς δὲ καὶ τὸ ὅσον ἐπὶ τοῖς ὑπαγορευομένοις τὰ χριστιανισμοῦ ἀποδειχθῇ, εὐχομένοις τὸ «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος» ἡμᾶς «δι' ἡμῶν» εἰπεῖν τῇ τοῦ Παύλου διαθέσει καὶ πρεσβεῦσαι «ὑπὲρ Χριστοῦ» πρὸς τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ θεοῦ λόγος ἐπὶ τὴν πρὸς ἑαυτὸν φιλίαν παρακαλεῖ, βουλόμενος οἰκειῶσαι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοὺς πρὸ τῆς παραδοχῆς τῶν Ἰησοῦ τοῦ Χριστοῦ δογμάτων ἐν σκότῳ τῷ περὶ θεοῦ καὶ ἀγνοίᾳ τῇ περὶ τοῦ κτίσαντος ἐνδιατρίψαντας. Καὶ πάλιν δὲ ἐρῶ ὅτι ὁ θεὸς δῴη ἡμῖν τὸν γενναῖον καὶ ἀληθῆ λόγον, τὸν κύριον τὸν κραταιὸν καὶ δυνατὸν «ἐν πολέμῳ» τῷ κατὰ τῆς κακίας. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἑξῆς λέξιν Κέλσου καὶ τὰ πρὸς αὐτὴν ὁδευτέον ἐστὶν ἡμῖν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité