3.
Ἴδωμεν δὴ πρὸ τῶν ἑξῆς εἰ μὴ εὐλόγως ἀποδεχόμεθα τὴν «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν» φωνήν, ᾗ ἐπιφέρεται τὸ «Ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει», καὶ ἑξῆς αὐτῷ τὸ «Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». Καλεῖ δ' ἡμᾶς ἡ ἀπολογία εἰς βαθύτερόν τινα καὶ ἀπόῤῥητον περὶ θεῶν καὶ κυρίων λόγον. Ἐπίσταται γὰρ ἡ θεία γραφὴ τὸν μέγαν εἶναι κύριον παρὰ «πάντας τοὺς θεούς»· ἐν οἷς «θεοὺς» οὐ τοὺς προσκυνουμένους ἐν τοῖς ἔθνεσιν ἐξακούομεν, ἅτε μαθόντες ὅτι «Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια», ἀλλὰ «θεούς», ὧν οἶδέ τινα συναγωγὴν ὁ προφητικὸς λόγος, καὶ τὸν ἐπὶ πᾶσι θεὸν τούτους διακρίνοντα καὶ διατασσόμενον ἑκάστῳ τὸ οἰκεῖον αὐτῷ ἔργον. «Ὁ θεὸς» γὰρ «ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ». Καὶ γάρ ἐστι «θεὸς θεῶν κύριος», ὃς διὰ τοῦ υἱοῦ «ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν». Καὶ προστασσόμεθα ἐξομολογεῖσθαι «τῷ θεῷ τῶν θεῶν», μαθόντες καὶ τὸ «Ὁ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων»· ἅπερ δὴ λέγεται οὐ μόνον διὰ τῶν ἐκκειμένων ἀλλὰ καὶ δι' ἄλλων μυρίων.