7.
Εἶτ' ἐπεὶ ἔδοξε τῶν φαινομένων αὐτῷ βαθύτερόν τινα κινεῖν λόγον ὁ Κέλσος περὶ ἡρώων καί τινων δαιμόνων, λέγων μετὰ τὸν περὶ τῆς πρὸς ἀνθρώπους δουλείας λόγον, ὡς βλαπτομένου τοῦ προτέρου, ᾧ τις δουλεύειν βούλεται, ἐὰν δουλεύειν θέλῃ καὶ δευτέρῳ, ὅτι εἴη δ' ἂν τὸ αὐτὸ καὶ περὶ ἡρώων τε καὶ τῶν τοιούτων δαιμόνων· πευστέον αὐτοῦ, τί νοεῖ τοὺς ἥρωας, καὶ ποδαποὺς εἶναι λέγει τοὺς τοιούτους δαίμονας; ὥστε τὸν δουλεύοντα τῷδε τῷ ἥρωϊ καὶ μὴ ἑτέρῳ δουλεύειν δεῖν, καὶ τῷ τοιῷδε δαίμονι μὴ καὶ ἄλλῳ δουλεύειν· ὡς βλαπτομένου ἀνάλογον τοῖς βλαπτομένοις ἀνθρώποις τοῦ προτέρου δαίμονος, οἷς τις ἐλάτρευσε πρὸ τῶν δευτέρων. Ἀλλὰ καὶ τίνα βλάβην οἴεται εἶναι ἡρώων ἢ τῶν τοιῶνδε δαιμόνων, παραστησάτω. Ἀναγκασθήσεται γὰρ ἤτοι εἰς πέλαγος φλυαρίας ἐμπεσὼν ἀναλαβεῖν τὸν λόγον καὶ ἀθετῆσαι τὰ εἰρημένα ἢ μὴ φλυαρεῖν θέλων ὁμολογεῖν ὅτι οὔτε ἥρωας οὔτε δαιμόνων φύσιν ἐπίσταται. Εἰς δὲ τὸν περὶ ἀνθρώπων λόγον, βλαπτομένων τῶν προτέρων, ἐὰν δουλεύῃ τις δευτέρῳ, λεκτέον· ποίαν βλάβην φησὶ γίνεσθαι τῷ προτέρῳ ἀνθρώπῳ, εἰ ὁ δουλεύων αὐτῷ δουλεύειν ἐθέλει καὶ ἑτέρῳ;