48.
[Εἰ καὶ μὴ ἀπολογήσεται οὖν ὁ Ἰουδαῖος περὶ Ἰεζεκιὴλ καὶ Ἡσαΐου], κοινοποιούντων ἡμῶν τὰ περὶ τῆς ἀνοίξεως τῶν οὐρανῶν ἐπὶ Ἰησοῦ καὶ τῆς ἀκουσθείσης αὐτῷ φωνῆς καὶ τὰ ὅμοια εὑρισκόντων ἐν τῷ Ἰεζεκιὴλ ἀναγεγραμμένα καὶ ἐν τῷ Ἡσαΐᾳ ἢ καί τινι ἄλλῳ προφήτῃ, [ἀλλ' ἡμεῖς γε τὸν λόγον ὅση δύναμις ἡμῖν παραστήσομεν λέγοντες ὅτι, ὥσπερ ὄναρ πεπίστευται πολλοὺς πεφαντασιῶσθαι τινὰ μὲν θειότερα τινὰ δὲ περὶ μελλόντων βιωτικῶν ἀναγγέλλοντα εἴτε σαφῶς εἴτε καὶ δι' αἰνιγμάτων, καὶ τοῦτ' ἐναργές ἐστι παρὰ πᾶσι τοῖς παραδεξαμένοις πρόνοιαν, οὕτως τί ἄτοπον τὸ τυποῦν τὸ ἡγεμονικὸν ἐν ὀνείρῳ δύνασθαι αὐτὸ τυποῦν καὶ ὕπαρ πρὸς τὸ χρήσιμον τὸ ἐν ᾧ τυποῦται ἢ τοῖς παρ' αὐτοῦ ἀκουσομένοις; Καὶ ὥσπερ φαντασίαν λαμβάνομεν ὄναρ ἀκούειν καὶ πλήσσεσθαι τὴν αἰσθητὴν ἀκοὴν καὶ ὁρᾶν δι' ὀφθαλμῶν, οὔτε τῶν τοῦ σώματος ὀφθαλμῶν οὔτε τῆς ἀκοῆς πλησσομένης ἀλλὰ τοῦ ἡγεμονικοῦ ταῦτα πάσχοντος, οὕτως οὐδὲν ἄτοπον τοιαῦτα γεγονέναι ἐπὶ τῶν προφητῶν, ὅτε ἀναγέγραπται ἑωρακέναι τινὰ αὐτοὺς παραδοξότερα ἢ ἀκηκοέναι λόγους κυρίου ἢ τεθεωρηκέναι οὐρανοὺς ἀνοιγομένους. Ἐγὼ γὰρ οὐχ ὑπολαμβάνω τὸν αἰσθητὸν οὐρανὸν ἀνεῷχθαι] καὶ τὸ σῶμα αὐτοῦ ἀνοιγνύμενον διῃρῆσθαι, [ἵνα ἀναγράψῃ τὸ τοιοῦτον Ἰεζεκιήλ. Μή ποτ' οὖν καὶ ἐπὶ τοῦ σωτῆρος τὸν φρονίμως ἀκούοντα τῶν εὐαγγελίων τὸ ὅμοιον ἐκδεκτέον, κἂν προσκόπτῃ τὸ τοιοῦτον τοῖς ἁπλουστέροις, οἳ διὰ πολλὴν ἁπλότητα κινοῦσι τὸν κόσμον, σχίζοντες τὸ τηλικοῦτον σῶμα ἡνωμένον τοῦ παντὸς οὐρανοῦ.
Ὁ δὲ βαθύτερον τὸ τοιοῦτον ἐξετάζων ἐρεῖ ὅτι οὔσης, ὡς ἡ γραφὴ ὠνόμασε, θείας τινὸς γενικῆς αἰσθήσεως, ἣν μόνος ὁ μακάριος εὑρίσκει ἤδη κατὰ τὸ λεγόμενον καὶ παρὰ τῷ Σολομῶντι· «Ὅτι αἴσθησιν θείαν εὑρήσεις», καὶ ὄντων εἰδῶν ταύτης τῆς αἰσθήσεως, ὁράσεως πεφυκυίας βλέπειν τὰ κρείττονα] σωμάτων πράγματα, [ἐν οἷς δηλοῦται τὰ χερουβὶμ ἢ τὰ σεραφίμ, καὶ ἀκοῆς ἀντιλαμβανομένης φωνῶν οὐχὶ ἐν ἀέρι τὴν οὐσίαν ἐχουσῶν, καὶ γεύσεως χρωμένης ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ καταβεβηκότι καὶ ζωὴν διδόντι τῷ κόσμῳ, οὕτω δὲ καὶ ὀσφρήσεως ὀσφραινομένης τοιῶνδε, καθὸ «Χριστοῦ εὐωδία» λέγει εἶναι «τῷ θεῷ» Παῦλος, καὶ ἁφῆς, καθ' ἣν Ἰωάννης φησὶ ταῖς χερσὶν ἐψηλαφηκέναι «περὶ τοῦ λόγου τῆς ζωῆς»· οἱ μακάριοι προφῆται τὴν θείαν αἴσθησιν εὑρόντες καὶ βλέποντες θείως] καὶ ἀκούοντες θείως [καὶ γευόμενοι ὁμοίως καὶ ὀσφραινόμενοι, ἵν' οὕτως ὀνομάσω, αἰσθήσει οὐκ αἰσθητῇ καὶ ἁπτόμενοι τοῦ λόγου μετὰ πίστεως, ὥστ' ἀπορροὴν αὐτοῦ ἥκειν εἰς αὐτοὺς θεραπεύσουσαν αὐτούς, οὕτως ἑώρων ἃ ἀναγράφουσιν ἑωρακέναι καὶ ἤκουον ἃ λέγουσιν ἀκηκοέναι καὶ τὰ παραπλήσια ἔπασχον, ὡς ἀνέγραφον, ἐσθίοντες «κεφαλίδα» διδομένην αὐτοῖς βιβλίου. Οὕτω δὲ καὶ Ἰσαὰκ «ὠσφράνθη τῆς ὀσμῆς τῶν» τοῦ υἱοῦ θειοτέρων «ἱματίων» καὶ ἐπεῖπε πνευματικῇ εὐλογίᾳ τό· «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησεν ὁ κύριος.»] Παραπλησίως δὲ τούτοις καὶ νοητῶς μᾶλλον ἢ αἰσθητῶς Ἰησοῦς «ἥψατο» τοῦ λεπροῦ, ἵν' αὐτὸν καθαρίσῃ, ὡς ἐγὼ οἶμαι, διχῶς, ἀπαλλάττων αὐτὸν οὐ μόνον, ὡς οἱ πολλοὶ ἀκούουσι, λέπρας αἰσθητῆς δι' αἰσθητῆς ἁφῆς ἀλλὰ καὶ τῆς ἄλλης διὰ τῆς ὡς ἀληθῶς θείας αὐτοῦ ἁφῆς. [Οὕτως οὖν «ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων] ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» Καὶ τῷ Ἰησοῦ γε ἠνοίχθησαν οἱ οὐρανοί· [καὶ τότε μὲν πλὴν Ἰωάννου οὐδεὶς ἀναγέγραπται ἑωρακέναι ἀνοιχθέντας τοὺς οὐρανούς. Τοῦτο] δὲ τὸ ἀνοιχθῆναι τοὺς οὐρανοὺς [προλέγων τοῖς μαθηταῖς ὁ σωτὴρ ἐσόμενον] ὀψομένοις αὐτό φησιν· [«Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.» Καὶ οὕτως Παῦλος ἡρπάγη εἰς τρίτον οὐρανόν, πρότερον ἰδὼν αὐτὸν ἀνοιχθέντα, ἐπεὶ μαθητὴς ἦν Ἰησοῦ. Διηγήσασθαι δὲ νῦν, διὰ τί ὁ Παῦλος λέγει τό· «Εἴτ' ἐν σώματι οὐκ οἶδα, εἴτ' ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν», οὐ τοῦ παρόντος ἐστὶ καιροῦ.]
Ἔτι δὲ προσθήσω τῷ λόγῳ καὶ αὐτά, ἃ [οἴεται ὁ Κέλσος, ὅτι αὐτὸς Ἰησοῦς εἶπε τὰ περὶ τὴν ἄνοιξιν τῶν οὐρανῶν καὶ τὸ καταβὰν πνεῦμα ἅγιον ἐπ' αὐτὸν <ἐν> εἴδει περιστερᾶς παρὰ τῷ Ἰορδάνῃ· τῆς γραφῆς τοῦτο οὐ παριστάσης, ὅτι αὐτὸς εἶπε τοῦτο ἑωρακέναι.] Οὐ συνεῖδε δ' ὁ γενναιότατος ὅτι οὐκ ἔστι κατὰ τὸν εἰπόντα τοῖς μαθηταῖς ἐπὶ τῇ ἐν τῷ ὄρει ὀπτασίᾳ· «Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ», εἰρηκέναι τοῖς μαθηταῖς τὸ παρὰ τῷ Ἰορδάνῃ ὀφθὲν ὑπὸ τοῦ Ἰωάννου καὶ ἀκουσθέν. Ἐνιδεῖν δὲ ἔστι καὶ τῷ τοῦ Ἰησοῦ ἤθει [πανταχοῦ περιϊσταμένου τὴν περιαυτολογίαν καὶ διὰ τοῦτο λέγοντος· «Κἂν ἐγὼ εἴπω περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.» Καὶ ἐπεὶ περιΐστατο τὴν περιαυτολογίαν καὶ τοῖς ἔργοις μᾶλλον ἐβούλετο δηλοῦν εἶναι Χριστὸς ἤπερ τῇ λέξει, διὰ τοῦτό φασιν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· «Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.»] Ἐπεὶ δὲ Ἰουδαῖός ἐστιν ὁ παρὰ τῷ Κέλσῳ λέγων τῷ Ἰησοῦ περὶ τῶν κατὰ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς τό· Πλὴν ὅτι σὺ φῂς καί τινα ἕνα ἐπάγῃ τῶν μετὰ σοῦ κεκολασμένων, ἀναγκαῖον αὐτῷ παραστῆσαι ὅτι καὶ τοῦτο οὐκ οἰκείως τῷ ἰουδαϊκῷ προσώπῳ περιέθηκεν. Οὐδὲ γὰρ συνάπτουσι τὸν Ἰωάννην οἱ Ἰουδαῖοι τῷ Ἰησοῦ καὶ τὴν Ἰωάννου τῇ τοῦ Ἰησοῦ κολάσει. Καὶ ἐν τούτῳ οὖν ἐλέγχεται ὁ πάντ' ἀλαζονευσάμενος εἰδέναι μὴ ἐγνωκώς, τίνα προσάψῃ ῥήματα τῷ ἰουδαϊκῷ πρὸς τὸν Ἰησοῦν προσώπῳ.
