• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

11.

Ἑξῆς δὲ τούτοις φησί· Καὶ μὴν ὅ γε φάσκων ἕνα εἰρῆσθαι κύριον, περὶ θεοῦ λέγων, ἀσεβεῖ διαιρῶν τὴν τοῦ θεοῦ βασιλείαν καὶ στασιάζων, ὡς οὔσης αἱρέσεως καὶ ὄντος τινὸς ἑτέρου ἀντιστασιώτου αὐτῷ. Χώραν δ' εἶχεν αὐτῷ ταῦτα, εἰ γραμμικαῖς ἀποδείξεσι παρίστη τοὺς ὑπὸ τῶν ἐθνῶν προσκυνουμένους ὡς θεοὺς θεοὺς εἶναι, καὶ τοὺς περὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς καὶ τοὺς βωμοὺς νομιζομένους τυγχάνειν παρίστη μὴ ὄντας φαύλους τινὰς δαίμονας. Ἀλλὰ καὶ τὴν τοῦ θεοῦ βασιλείαν παρ' ἡμῖν συνεχῶς λεγομένην καὶ γεγραμμένην ἡμεῖς μὲν καὶ νοεῖν εὐχόμεθα καὶ τοιοῦτοι γίνεσθαι, ἵν' ὑπὸ θεοῦ μόνου βασιλευώμεθα, καὶ γένηται καὶ ἡμῶν ἡ βασιλεία τοῦ θεοῦ. Ἐκεῖνος δέ, πολλοὺς ἡμᾶς διδάσκων σέβειν θεούς, θεῶν μᾶλλον ὤφειλεν, εἰ τὰ ἀκόλουθα ἑαυτῷ ἐσκόπει, λέγειν βασιλείαν ἤπερ θεοῦ. Οὔτ' οὖν αἱρέσεις παρὰ θεῷ οὔτ' ἐστί τις θεὸς ἀντιστασιώτης αὐτῷ, κἂν οἷον Γίγαντές τινες ἢ Τιτᾶνες διὰ τὴν ἰδίαν φαυλότητα θεομαχεῖν θέλωσι μετὰ Κέλσου καὶ τῶν ἀραμένων πόλεμον πρὸς τὸν διὰ μυρίων παραστήσαντα τὰ περὶ τοῦ Ἰησοῦ καὶ πρὸς αὐτὸν τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν παντὶ τῷ κόσμῳ ἀθρόως ἑαυτὸν ὄντα λόγον, ὡς ἕκαστος χωρεῖ, ἐπιδεδωκότα.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy