18.
Καὶ ἐν ἑκάστῳ δὲ τῶν κατὰ δύναμιν ἐκεῖνον καὶ ἐν τούτῳ μιμησαμένων ἐστὶν ἄγαλμα τὸ «κατ' εἰκόνα τοῦ κτίσαντος», ὅπερ κατασκευάζουσι τῷ ἐνορᾶν θεῷ καθαρᾷ καρδίᾳ, «μιμηταὶ» γενόμενοι «τοῦ θεοῦ». Καὶ ἁπαξαπλῶς πάντες Χριστιανοὶ ὁποίους εἴπομεν βωμοὺς καὶ ὁποῖα παρεστήσαμεν ἀγάλματα πειρῶνται ἱδρύεσθαι, οὐκ ἄψυχα καὶ ἀναίσθητα οὐδὲ δαιμόνων λίχνων ἐφεδρευόντων τοῖς ἀψύχοις δεκτικὰ ἀλλὰ πνεύματος θεοῦ, τοῖς εἰρημένοις ἀγάλμασι τῆς ἀρετῆς καὶ τῷ «κατ' εἰκόνα τοῦ κτίσαντος» ὡς οἰκείοις ἐπιδημοῦντος· οὕτω δὲ καὶ τὸ πνεῦμα τοῦ Χριστοῦ τοῖς, ἵν' οὕτως ὀνομάσω, συμμόρφοις ἐφιζάνει. Καὶ τοιαῦτά γε βουλόμενος παραστῆσαι ὁ τοῦ θεοῦ λόγος ἀνέγραψε τὸν μὲν θεὸν ἐν ἐπαγγελίᾳ τοῖς δικαίοις λέγοντα· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός», τὸν δὲ σωτῆρα· «Ἐάν τις ἀκούῃ μου τοὺς λόγους καὶ ποιῇ αὐτούς, ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.»
Συνεξεταζέτω οὖν ὁ βουλόμενος βωμούς, οὓς διηγησάμην, βωμοῖς οἷς Κέλσος λέγει, καὶ ἀγάλματα ἐν τῇ τῶν εὐσεβούντων εἰς τὸν τῶν ὅλων θεὸν ψυχῇ ἀγάλμασι Φειδίου καὶ Πολυκλείτου καὶ τῶν παραπλησίων· καὶ σαφῶς εἴσεται ἐκεῖνα μὲν καὶ ἄψυχα εἶναι καὶ χρόνῳ φθειρόμενα, ταῦτα δὲ ἐν τῇ ἀθανάτῳ μένειν ψυχῇ ἐς ὅσον μένειν ἐν αὑτῇ ἡ λογικὴ ψυχὴ βούλεται.