19.
Εἰ δὲ καὶ ναοὺς ναοῖς δεῖ παραβαλεῖν, ἵνα παραστήσωμεν τοῖς ἀποδεχομένοις τὰ Κέλσου ὅτι νεὼς μὲν ἱδρύεσθαι τοὺς πρέποντας τοῖς εἰρημένοις ἀγάλμασι καὶ βωμοῖς οὐ φεύγομεν, ἐκτρεπόμεθα δὲ τῷ πάσης ζωῆς χορηγῷ ἀψύχους καὶ νεκροὺς οἰκοδομεῖν νεώς· ἀκουέτω ὁ βουλόμενος, τίνα τρόπον διδασκόμεθα ὅτι τὰ σώματα ἡμῶν «ναὸς τοῦ θεοῦ» ἐστι, καὶ «εἴ τις» διὰ τῆς ἀκολασίας ἢ τῆς ἁμαρτίας «φθείρει» «τὸν ναὸν τοῦ θεοῦ», οὗτος ὡς ἀληθῶς ἀσεβὴς εἰς τὸν ἀληθῆ ναὸν φθαρήσεται. Πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδομούσης θειότητος, φησὶ πρὸς ἐκείνους· «Λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Τοῦτο δὲ «ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ».
Καὶ ἄλλως δὲ οἱ θεῖοι λόγοι τὰ περὶ ἀναστάσεως μυστικῶς διδάσκοντες τοὺς δυναμένους ἀκούειν θειοτέρᾳ ἀκοῇ λόγων θεοῦ, ἀνοικοδομηθήσεσθαί <φασι> λίθοις ζῶσι καὶ τιμιωτάτοις· αἰνιττόμενοι ὅτι ἕκαστος τῶν συμπνεόντων διὰ τοῦ αὐτοῦ λόγου εἰς τὴν κατ' αὐτὸν εὐσέβειαν λίθος ἐστὶ τίμιος τοῦ παντὸς ναοῦ τοῦ θεοῦ. Καθὸ ὑπὸ μὲν τοῦ Πέτρου λέγεται· «Ὑμεῖς δὲ οἰκοδομεῖσθε λίθοι ζῶντες καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ», ὑπὸ δὲ τοῦ Παύλου τό· «Οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.» Τοιοῦτον δέ τινα μυστικὸν ἔχει νοῦν καὶ ἡ ἐν τῷ Ἡσαΐᾳ λέξις, οὕτως ἔχουσα καὶ λεγομένη ὡς πρὸς τὴν Ἱερουσαλήμ· «Ἰδοὺ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.»