• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

21.

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς Κέλσῳ λεγόμενα περὶ θεοῦ, καὶ ὡς προτρέπει ἡμᾶς ἐπὶ τὴν τῶν ὡς μὲν πρὸς ἀλήθειαν εἰδωλοθύτων χρῆσιν ἤ, ἵν' οὕτως ὀνομάσω, δαιμονιοθύτων, ὡς δ' αὐτὸς προσαγορεύσαι ἄν, ἅτε μὴ εἰδώς, τί τὸ ἀληθῶς ἱερόν, καὶ ποδαπαὶ αἱ παρὰ τούτῳ θυσίαι, ἱεροθύτων. Ἃ δὲ λέγει, τοιαῦτά ἐστιν· Ὅ γε μὴν θεὸς ἅπασι κοινός, ἀγαθός τε καὶ ἀπροσδεὴς καὶ ἔξω φθόνου· τί οὖν κωλύει τοὺς μάλιστα καθωσιωμένους αὐτῷ καὶ τῶν δημοτελῶν ἑορτῶν μεταλαμβάνειν; Οὐκ οἶδα δὲ τί φαντασθεὶς οἴεται ἀκολουθεῖν τῷ τὸν θεὸν εἶναι ἀγαθὸν καὶ ἀπροσδεῆ καὶ ἔξω φθόνου τὸ τοὺς καθωσιωμένους αὐτῷ μεταλαμβάνειν τῶν δημοτελῶν ἑορτῶν. Καί φημι ὅτι ἠκολούθει μὲν τῷ τὸν θεὸν εἶναι ἀγαθὸν καὶ ἀπροσδεῆ καὶ ἔξω φθόνου τὸ αὐτῶν τῶν δημοτελῶν μεταλαμβάνειν ἑορτῶν, εἰ ἀπεδείκνυτο ὅτι αἱ δημοτελεῖς ἑορταὶ οὐδὲν μὲν ἔχουσιν ἐσφαλμένον ἀπὸ δὲ τῆς περὶ θεοῦ θεωρίας ἐνομοθετήθησαν ὡς ἀκόλουθοι τῇ εἰς αὐτὸν θεραπείᾳ καὶ εὐσεβείᾳ.

Εἰ μέντοι αἱ δημοτελεῖς μέχρι ὀνόματος ἑορταὶ μηδένα λόγον ἔχουσιν ἀποδεικτικόν, ὡς ἁρμόζουσαι τῇ εἰς τὸ θεῖον θεραπείᾳ, ἀλλ' ἐλέγχοιντο οὖσαι ἀναπλάσματα τῶν ὅπως ποτὲ ἔτυχε διά τινας ἱστορίας ἀνθρωπικὰς ταῦτα νομοθετησάντων ἢ καὶ φυσιολογίας περὶ ὕδατος ἢ γῆς ἢ τῶν ἀπ' αὐτῆς καρπῶν δοκούντων περιέχειν, δῆλον ὅτι οἱ τὸ θεῖον ἐξητασμένως σέβειν θέλοντες εὔλογόν τι πράττοιεν <ἄν>, μὴ μεταλαμβάνοντες τῶν δημοτελῶν ἑορτῶν. «Ἑορτὴ» γάρ, ὥς φησι τὶς καὶ τῶν ἑλληνικῶν σοφῶν καλῶς λέγων, «οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰ δέοντα πράττειν»· καὶ ἑορτάζει γε κατὰ ἀλήθειαν ὁ «τὰ δέοντα» πράττων, ἀεὶ εὐχόμενος, διὰ παντὸς θύων τὰς ἀναιμάκτους ἐν ταῖς πρὸς τὸ θεῖον εὐχαῖς θυσίας. Διὸ καὶ μεγαλοφυέστατά μοι δοκεῖ παρὰ τῷ Παύλῳ εἰρῆσθαι τό· «Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.»

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy