• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

23.

Ὁ δὲ πολὺς τῶν πιστεύειν δοκούντων καὶ μὴ τηλικοῦτος δεῖται ὑπομνήσεως χάριν, μὴ βουλόμενος ἢ μὴ δυνάμενος πάσας τοιαύτας ἄγειν ἡμέρας, αἰσθητῶν παραδειγμάτων, ἵνα μὴ τέλεον παραῤῥυῇ. Τοιαῦτα δ' οἶμαι τὸν Παῦλον νενοηκότα μέρος μὲν «ἑορτῆς» ὠνομακέναι τὴν ἐν ἡμέραις τεταγμέναις παρ' ἑτέρας ἑορτήν, ᾐνίχθαι δὲ ἐκ τοῦ οὕτως λελεγμένου ὅτι οὐκ «ἐν μέρει ἑορτῆς» ἀλλ' ἐν ὁλοκλήρῳ καὶ ἀδιαλείπτῳ ἐστὶν ἑορτῇ ὁ ἀεὶ βίος κατὰ τὸν θεῖον λόγον. Ὅρα οὖν πάλιν κἀκ τῶν εἰρημένων περὶ ἑορτῶν τῶν παρ' ἡμῖν, συνεξεταζομένων ταῖς δημοτελέσι τοῦ Κέλσου καὶ τῶν ἐθνῶν ἑορταῖς, εἰ μὴ μακρῷ σεμνότεραί εἰσιν αὗται αἱ ἑορταὶ τῶν δημοτελῶν, ἐν αἷς «τὸ φρόνημα τῆς σαρκὸς» ἑορτάζον ἐξυβρίζει ἐπὶ μέθας καὶ ἀκολασίας ἐκτρεπόμενον.

Πολὺ δ' ἂν εἴη νῦν λέγειν, διὰ τί αἱ κατὰ τὸν τοῦ θεοῦ νόμον ἑορταὶ «ἄρτον κακώσεως» διδάσκουσιν ἐσθίειν ἢ «ἄζυμα μετὰ πικρίδων», ἢ διότι φασί· «Ταπεινώσατε τὰς ψυχὰς ὑμῶν» ἤ τι τούτοις παραπλήσιον. Οὐδὲ γὰρ δυνατόν ἐστι τὸν σύνθετον ἄνθρωπον, ὅσον ἔτι «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός», ἐξ ὅλων ἑορτάζειν· ἢ γὰρ ἑορτάζων τις τῷ πνεύματι κακοῖ τὸ σῶμα, μὴ πεφυκὸς διὰ «τὸ φρόνημα τῆς σαρκὸς» ἑορτάζειν μετὰ τοῦ πνεύματος, ἢ ἑορτάζων κατὰ σάρκα οὐ χωρεῖ καὶ τὴν κατὰ πνεῦμα ἑορτήν. Ἀλλὰ γὰρ ἀρκεῖ ταῦτα εἰς τὸν περὶ ἑορτῶν λόγον ἐπὶ τοῦ παρόντος.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung