• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πρῶτος

50.

Εἶτα, ὡς οὐ μόνου προφητευθέντος τούτου] ὁσίων αὐτὸν εἶναι κριτὴν καὶ τῶν ἀδίκων κολαστήν, [καὶ μήτε τόπου γενέσεως αὐτοῦ μήτε πάθους αὐτοῦ οὗ ὑπὸ Ἰουδαίων πείσεται μήτ' ἀναστάσεως αὐτοῦ μήτε τεραστίων δὲ ὧν ποιήσει δυνάμεων] προειρημένων, [φησί· Τί μᾶλλον σὺ ἢ ἄλλοι μυρίοι οἱ μετὰ τὴν προφητείαν γενόμενοί εἰσι, περὶ ὧν ταῦτα ἐπροφητεύετο;] Καὶ οὐκ οἶδ' ὅπως βουλόμενος καὶ ἑτέροις περιθεῖναι τὸ δύνασθαι ὑπονοεῖσθαι ὅτι αὐτοὶ ἦσαν οἱ προφητευθέντες [φησὶν ὅτι οἱ μὲν ἐνθουσιῶντες οἱ δὲ ἀγείροντές φασιν ἥκειν ἄνωθεν υἱόν θεοῦ· οὐ γὰρ ἱστορήσαμεν ταῦθ' ὁμολογεῖσθαι παρὰ τοῖς Ἰουδαίοις γεγονέναι. Λεκτέον οὖν πρῶτον ὅτι πολλοὶ προφῆται παντοδαπῶς προεῖπον τὰ περὶ τοῦ Χριστοῦ, οἱ μὲν δι' αἰνιγμάτων οἱ δὲ δι' ἀλληγορίας ἢ ἄλλῳ τρόπῳ τινὲς δὲ καὶ αὐτολεξεί.] Καὶ ἐπεὶ ἐν τοῖς ἑξῆς φησιν ἐν τῇ τοῦ Ἰουδαίου πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύοντας προσωποποιΐᾳ τὰς εἰς τὰ περὶ τούτου ἀναφερομένας προφητείας δύνασθαι καὶ ἄλλοις ἐφαρμόζειν πράγμασι, δεινῶς καὶ κακούργως τοῦτο λέγων, ὀλίγας ἀπὸ πλειόνων ἐκθησόμεθα· περὶ ὧν ὁ βουλόμενος ἀναγκαστικόν τι εἰς ἀνατροπὴν αὐτῶν εἰπάτω καὶ δυνάμενον <καὶ τοὺς> ἐντρεχῶς πιστεύοντας μεταστῆσαι ἀπὸ τῆς πίστεως.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung