• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

28.

Ἐκθέμενοι δὲ καὶ τὴν ἑξῆς λέξιν φέρε πάλιν κατὰ δύναμιν αὐτὴν ἐξετάσωμεν οὕτως ἔχουσαν· Εἰ μὲν δὴ κατά τι πάτριον ἱερείων τινῶν ἀπέχονται τῶν τοιῶνδε, πάντως ἀφεκτέον καὶ ζῴων ἁπάντων βρώσεως· ᾗπερ καὶ Πυθαγόρᾳ δοκεῖ, ψυχὴν τιμῶντι καὶ τὰ ταύτης ὄργανα. Εἰ δ' ὅπερ φασίν, ὅπως μὴ συνεστιῶνται δαίμοσι, μακαρίζω τῆς σοφίας αὐτούς, ὅτι βραδέως συνιᾶσιν ὄντες ἀεὶ συνέστιοι δαιμόνων· καὶ τότε δὴ μόνον φυλάσσονται τοῦτο, ὁπόταν ἱερεῖον θυόμενον βλέπωσιν· ὅταν δὲ σῖτον ἐσθίωσι καὶ οἶνον πίνωσι καὶ ἀκροδρύων γεύωνται καὶ αὐτὸ ὕδωρ <πίνωσι> καὶ αὐτὸν ἀέρα ἀναπνέωσιν, οὐκ ἄρα παρά τινων δαιμόνων ἕκαστα τούτων λαμβάνουσιν, οἷς κατὰ μέρη τὸ ἐπιμελὲς ἑκάστων προστέτακται; Οὐκ οἶδ' ὅπως ἐν τούτοις ἔδοξεν αὐτῷ ἀκολουθεῖν δεῖν ἀπέχεσθαι πάντων ζῴων βρώσεως τούς, οὓς ὠνόμασε κατά τι πάτριον ἔθος ἱερείων τινῶν ἀπεχομένους. Καὶ οὐ τοῦτό φαμεν, ὡς καὶ μὴ τοιαῦτα ὑποβάλλοντος τοῦ θείου λόγου, καὶ τοῦ ἀσφαλεστέρου βίου καὶ καθαρωτέρου ἕνεκεν εἰπόντος· «Καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει» καὶ πάλιν· «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε», καὶ πάλιν· «Εἰ σκανδαλίζει τὸν ἀδελφόν μου κρέα, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.»

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung