31.
Μετὰ ταῦτα ὁ Κέλσος τὸ ὁμολογουμένως ὑπὸ Χριστιανῶν καὶ Ἰουδαίων λεγόμενον τίθησιν, ἀπολογουμένων περὶ τῆς τῶν εἰδωλοθύτων ἀποχῆς καὶ φασκόντων μὴ δεῖν συνεστιᾶσθαι δαίμοσι τοὺς ἀνακειμένους τῷ ἐπὶ πᾶσι θεῷ· πρὸς ὃ εἶπε τὰ ἐκκείμενα. Ἡμεῖς μὲν οὖν, ὅσον ἐπὶ βρώμασι καὶ πόμασι, τοῦ συνεστιᾶσθαι δαίμοσι τρόπους ἄλλους οὐκ ἴσμεν ἢ καθ' οὓς τὰ καλούμενα παρὰ τοῖς πολλοῖς ἱερόθυτα ἐσθίει τις καὶ πίνει τὸν τῶν παρὰ τοῖς δαιμονίοις γινομένων σπονδῶν οἶνον· ὁ δὲ Κέλσος οἴεται συνεστιᾶσθαι δαίμοσι καὶ τὸν σίτου μεταλαμβάνοντα καὶ ὅπως ποτ' οὖν οἴνου πίνοντα καὶ ἀκροδρύων γευόμενον, ἀλλὰ καὶ εἰ μόνου ὕδατός τις μεταλαμβάνει, καὶ ἐν τούτῳ φησὶ συνεστιᾶσθαι δαίμοσι τὸν πίνοντα. Προστίθησι δὲ τούτοις ὅτι καὶ ὁ τὸν ἀέρα τοῦτον ἀναπνέων παρὰ δαιμόνων τινῶν καὶ τοῦτον λαμβάνει, χαριζομένων δαιμόνων τῶν ἐπὶ τοῦ ἀέρος προστεταγμένων τὸν τῆς ἀναπνοῆς τοῖς ζῴοις ἀέρα.
Ὁ βουλόμενος τοίνυν παραστησάτω τῷ Κέλσου λόγῳ καὶ δεικνύτω, πῶς οὐ θεῖοί τινες ἄγγελοι θεοῦ ἀλλὰ δαίμονες, ὧν ὅλον τὸ γένος ἐστὶ φαῦλον, προστεταγμένοι εἰσὶ πάντα τὰ προειρημένα οἰκονομεῖν. Καὶ ἡμεῖς μὲν γάρ φαμεν οὐ χωρὶς προστασίας ἀοράτων, ἵν' οὕτως ὀνομάσω, γεωργῶν καὶ ἄλλων οἰκονόμων οὐ μόνον τῶν ἀπὸ γῆς φυομένων ἀλλὰ καὶ παντὸς ναματιαίου ὕδατος καὶ ἀέρος τὴν γῆν φέρειν τὰ ὑπὸ φύσεως λεγόμενα διοικεῖσθαι, καὶ τὸ ὕδωρ ἐν ταῖς πηγαῖς καὶ τοῖς αὐθιγενέσι ποταμοῖς ὀμβρεῖν καὶ φέρεσθαι, καὶ τὸν ἀέρα ἀδιάφθορον τηρεῖσθαι καὶ ζωτικὸν τοῖς ἀναπνέουσιν αὐτὸν γίνεσθαι. Οὐ μὴν τοὺς ἀοράτους φαμὲν εἶναι δαίμονας· ἀλλ' εἰ χρὴ ἀποτολμήσαντα λέγειν τίνα, εἰ μὴ ταῦτα, δαιμόνων ἐστὶν ἔργα, φήσομεν ὅτι λιμοὶ καὶ ἀφορίαι σταφυλῆς καὶ ἀκροδρύων καὶ αὐχμοὶ ἀλλὰ καὶ ἡ τοῦ ἀέρος διαφθορὰ ἐπὶ λύμῃ τῶν καρπῶν ἔσθ' ὅτε δὲ καὶ τῷ τῶν ζῴων θανάτῳ καὶ τῷ κατὰ τῶν ἀνθρώπων λοιμῷ. Πάντα ταῦτα δαίμονες αὐτουργοῦσι <ὡς> δήμιοι, κρίσει τινὶ θείᾳ λαβόντες ἐξουσίαν ἐν καιροῖς τισι ταῦτ' ἐνεργεῖν εἴτε εἰς ἐπιστροφὴν ἀνθρώπων, ἐπὶ τὴν χύσιν τῆς κακίας ἐξοκειλάντων, εἴτε καὶ εἰς γυμνάσιον τοῦ λογικοῦ γένους· ἵν' οἱ μὲν καὶ ἐν τοῖς τοσούτοις εὐσεβεῖς μένοντες καὶ μηδαμῶς χείρους γινόμενοι φανεροὶ τέως τοῖς μὴ βλέπουσιν αὐτῶν τὴν ἕξιν ἀοράτοις καὶ ὁρατοῖς θεαταῖς γένωνται, οἱ δ' ἐναντίως μὲν διακείμενοι κλέπτοντες δὲ τὴν τῆς κακίας ἐπίδειξιν ἐλεγχθέντες ὑπὸ τῶν συμβαινόντων ὁποῖοί εἰσιν αὐτοί τε ἑαυτῶν συναισθηθῶσι καὶ δῆλοι τοῖς, ἵν' οὕτως ὀνομάσω, θεαταῖς γένωνται.
