32.
Μαρτυρεῖ δὲ ὁ ὑμνῳδὸς τῷ, ὅτι θείᾳ κρίσει αὐτουργεῖται τὰ σκυθρωπότερα ὑπό τινων πονηρῶν ἀγγέλων, ἐν τῷ «Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολὴν δι' ἀγγέλων πονηρῶν». Εἰ δὲ καὶ ἄλλο τι παρὰ ταῦτα γίνεται ὅθ' οἱ δαίμονες ἐπιτρέπονται, ἀεὶ μὲν βουλόμενοι ταῦτα ποιεῖν οὐκ ἀεὶ δὲ δυνάμενοι διὰ τὸ κωλύεσθαι, ὁ δυνάμενος ἐξεταζέτω, τὴν θείαν κρίσιν κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει φανταζόμενος περὶ ἀθρόας πολλῶν ψυχῶν ἀπαλλαγῆς ἀπὸ σώματος, τοιαῖσδε ταῖς ἐπὶ τὸν μέσον θάνατον φερούσαις ὁδοῖς χρωμένων. Καὶ γὰρ «μεγάλαι μὲν αἱ κρίσεις τοῦ θεοῦ» εἰσι καὶ διὰ τὸ μέγεθος οὐ χωρηταὶ νῷ, τῷ ἔτι ἐνδεδεμένῳ θνητῷ σώματι, διὸ καὶ «δυσδιήγητοι» τυγχάνουσιν, ἀπαιδεύτοις δὲ ψυχαῖς οὐδ' ἐπὶ ποσὸν θεωρηταί· διὸ καὶ οἱ προπετέστεροι τῇ περὶ ταῦτα ἀγνοίᾳ καὶ τῇ διὰ τὴν προπέτειαν εἰς τὸ θεῖον ἐπιστασίᾳ αὔξουσι τὰ ἀσεβῆ κατὰ τῆς προνοίας δόγματα.
Οὐ παρὰ δαιμόνων οὖν ἕκαστα τῶν εἰς τὰς βιωτικὰς χρείας λαμβάνομεν, μάλιστα οἱ δεόντως αὐτοῖς χρῆσθαι μεμαθηκότες, οὐδὲ συνεστιῶνται δαίμοσιν οἱ σίτου καὶ οἴνου καὶ ἀκροδρύων καὶ ὕδατος καὶ ἀέρος μεταλαμβάνοντες· ἀλλὰ μᾶλλον θείοις ἀγγέλοις τοῖς ἐπὶ τῶν τοιούτων τεταγμένοις, οἵτινες ὡσπερεὶ καλοῦνται ἐπὶ τὴν ἑστίαν τοῦ εὐσεβοῦς καὶ ἀκούσαντος τοῦ διδάσκοντος λόγου τὰ τοιάδε· «Εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.» Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κεῖται· «Εἴτε ἐσθίετε εἴτε πίνετε», πάντα «ἐν ὀνόματι» θεοῦ ποιεῖτε. Ὅτε οὖν «εἰς δόξαν θεοῦ» ἐσθίομεν καὶ πίνομεν καὶ ἀναπνέομεν καὶ κατὰ τὸν λόγον πάντα πράττομεν, οὐδενὶ τῶν δαιμόνων συνεστιώμεθα ἀλλὰ τοῖς θείοις ἀγγέλοις. Καὶ γὰρ «Πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως». Οὐκ ἂν δὲ ἦν «καλὸν» οὐδὲ δυνατὸν ἁγιάζεσθαι, εἰ, ὡς Κέλσος οἴεται, δαίμοσι ταῦτα ἦν προστεταγμένα.