• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

40.

Καὶ ἡμεῖς μὲν ὅ τι ποτὲ περὶ κολάσεως λέγοντες καὶ διὰ τῆς περὶ κολάσεως διδασκαλίας πολλοὺς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφομεν· ὁ δὲ κατὰ τὸν Κέλσον ἱερεὺς τοῦ Ἀπόλλωνος ἢ τοῦ Διὸς οἷα ἀποκρίνεται, κατανοήσωμεν· Ὀψέ, φησί, θεῶν ἀλέουσι μύλοι, καὶ

Ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται.

Ὅρα δὲ ὅσῳ τούτου βέλτιον τὸ «Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ υἱοὶ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος τῇ ἁμαρτίᾳ ἑαυτοῦ ἀποθανεῖται» καὶ τοῦτο «Τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ» καὶ τὸ «Υἱὸς οὐ λήψεται ἀδικίαν πατρός, καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται». Ἐὰν δέ τις ὅμοιον εἶναι λέγῃ τῷ

Ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται

τὸ «Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί <με>«, μαθέτω ὅτι ἐν τῷ Ἰεζεκιὴλ «παραβολὴ» τὸ τοιοῦτον εἶναι λέλεκται, αἰτιωμένῳ τοὺς λέγοντας· «Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν», ᾧ ἐπιφέρεται· «Ζῶ ἐγώ, λέγει κύριος», «ἀλλ' ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται». Οὐ κατὰ τὸν παρόντα δὲ καιρόν ἐστι διηγήσασθαι, τί σημαίνει ἡ περὶ τοῦ «<ἐπὶ> τρίτην καὶ τετάρτην γενεὰν» ἀποδίδοσθαι τὰς «ἁμαρτίας» παραβολή.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy