• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ὄγδοος

42.

Οὐκ οἶδα δ' ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τό, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεούς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις. Φησὶ γάρ· Ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας. Πῶς δὲ καὶ ἀκούει τι οὐ παρών, ὁ βουλόμενος παραστησάτω, καὶ διὰ τί ποτὲ μὲν πάρεστι ποτὲ δὲ οὐ πάρεστι, καὶ τίς ἡ πραγματεία τοῖς δαίμοσι τῆς μεταναστάσεως ἀπὸ τόπου εἰς τόπον.

Ἑξῆς δὲ τούτοις λέγει, οἰόμενος τὸ κατατεινόμενον καὶ κολαζόμενον σῶμα τοῦ Ἰησοῦ καὶ οὐ τὴν ἐν αὐτῷ θειότητα θεὸν ἡμᾶς λέγειν καί, ὅτε κατετείνετο καὶ ἐκολάζετο, θεὸν νενομίσθαι, ὅτι τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασι. Πλείονα δὲ περὶ ὧν πέπονθεν ἀνθρωπίνων ἐν τοῖς ἀνωτέρω εἰπόντες νῦν ἑκόντες παραπέμπομεν τὸν λόγον, ἵνα μὴ δοκῶμεν παλιλλογεῖν. Ἐπεὶ δέ φησι μηδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ πεπονθέναι τι τοὺς τὸν Ἰησοῦν κολάσαντας, δείξομεν αὐτῷ καὶ πᾶσι τοῖς βουλομένοις μαθεῖν ὅτι ἡ πόλις, ἐν ᾗ ὁ τῶν Ἰουδαίων λεὼς ἠξίωσε τὸν Ἰησοῦν σταυρωθῆναι λέγων· «Σταύρου, σταύρου αὐτόν» – προὐτιμήσαντο <γὰρ> τὸν λῃστὴν «διὰ στάσιν καὶ φόνον» βληθέντα «εἰς φυλακὴν» ἀπολυθῆναι τοῦτον, «τὸν δὲ Ἰησοῦν» «διὰ φθόνον» παραδοθέντα <σταυρωθῆναι> – , μετ' οὐ πολὺ ἐξεπολεμήθη καὶ ἐπὶ τοσοῦτον ἐπολιορκήθη χρόνῳ πλείονι, ὥστ' ἐκ βάθρων αὐτὴν ἀνάστατον γενέσθαι καὶ ἐρημωθῆναι, ἀναξίους κρίνοντος τοὺς τὸν τόπον ἐκεῖνον οἰκοῦντας τοῦ θεοῦ τῆς κοινοτέρας ζωῆς. Καὶ φειδόμενός γε αὐτῶν, ἵνα παραδόξως εἴπω, καὶ ὁρῶν ἀνιάτως ἔχοντας πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ ὁσημέραι αὔξοντας ἐν τῇ τῆς κακίας χύσει παρέδωκεν αὐτοὺς τοῖς πολεμοῦσι. Καὶ ταῦτα γέγονε διὰ τὸ ἐκχυθὲν αἷμα τοῦ Ἰησοῦ κατὰ τὴν ἐπιβουλὴν αὐτῶν ἐπὶ τὴν γῆν αὐτῶν, μηκέτι δυναμένην χωρεῖν τοὺς τὸ τηλικοῦτον ἄγος κατὰ τοῦ Ἰησοῦ τολμήσαντας.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité