• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

43.

Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ καινὸν δὲ καὶ τὸ τοὺς ξένους «τῶν διαθηκῶν» τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν. Ταῦτα δὲ οὐκ ἀνθρώπου γόητος ἦν ἀλλ' ἔργα θεοῦ, πέμψαντος τῶν αὑτοῦ ἀγγελμάτων ἕνεκα τὸν αὑτοῦ ἐν τῷ Ἰησοῦ λόγον, <οὕτως> ὠμῶς κολασθέντι, ὡς τὴν ὠμότητα κατηγορεῖσθαι τῶν ἀδίκως αὐτὸν κολασάντων, καὶ ἀνδρειότατα ὑπομείναντα καὶ μετὰ πάσης πρᾳότητος· οὐ διέφθειρε δὲ ἡ κόλασις αὐτοῦ τὰ τοῦ θεοῦ ἀγγέλματα ἀλλ' εἰ δεῖ οὕτως ὀνομάσαι, εἰς γνῶσιν αὐτὰ ἤγαγεν· ὡς καὶ αὐτὸς ἐδίδαξεν ὁ Ἰησοῦς λέγων· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Ἀποθανὼν οὖν «ὁ κόκκος τοῦ σίτου» Ἰησοῦς «πολὺν καρπὸν» ἤνεγκε, καὶ ἀεὶ ὁ πατὴρ προνοεῖ τῶν ἐκ τοῦ θανάτου τοῦ κόκκου «τοῦ σίτου» γεγενημένων καὶ γινομένων ἔτι καὶ ἐσομένων καρπῶν. Ὅσιος οὖν πατὴρ ὁ τοῦ Ἰησοῦ πατήρ, «τοῦ ἰδίου» μὴ φεισάμενος «υἱοῦ» «ἀλλ' ὑπὲρ ἡμῶν πάντων» παραδοὺς «αὐτὸν» ἀμνὸν ὄντα ἑαυτοῦ, ἵν' ἄρῃ «τὴν ἁμαρτίαν τοῦ κόσμου» ὁ ὑπὲρ παντὸς αὐτοῦ ἀποθνῄσκων «ἀμνὸς θεοῦ»· δι' ὃν οὐκ ἀναγκαζόμενος ἀλλ' ἑκὼν ὑπέμεινε τὰ ἀπὸ τῶν ὑβριστῶν αὐτῷ προσαγόμενα.

Εἶτα μετὰ ταῦτα ὁ Κέλσος, ἐπαναλαμβάνων τὸν πρὸς τοὺς βλασφημοῦντας τὰ ἀγάλματα λόγον, φησίν· Οἵδε δέ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται καὶ διὰ τοῦτ' ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ' οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι γε φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. Οὐ βλασφημοῦντας οὖν ἀλλ' ἀπελαύνοντας ἀπὸ τῶν ξοάνων καὶ τῶν ἀνθρωπίνων σωμάτων καὶ ψυχῶν Χριστιανοὺς ἀμύνεσθαι νομίζουσιν οἱ δαίμονες. Μὴ νοῶν γὰρ τὸ γινόμενον ἀληθές τι κατὰ τὸν τόπον ὁ Κέλσος εἴρηκεν· ἀληθὲς γὰρ τὸ φαύλων δαιμόνων πληρουμένας τὰς τῶν καταδικαζόντων Χριστιανοὺς ψυχὰς καὶ τῶν προδιδόντων καὶ τῶν εὐδοκούντων Χριστιανοῖς προσπολεμεῖν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung