• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

46.

Ἡ μὲν Πυθία ἱστόρηται ὅτι καὶ νοθευθεῖσα ἔχρησέ ποτε· οἱ δὲ παρ' ἡμῖν προφῆται οὐ μόνον ὑπὸ τῶν κατ' αὐτοὺς ἐθαυμάσθησαν διὰ τὴν ἐνάργειαν τῶν λεγομένων ὑπ' αὐτῶν ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς χρόνοις. Ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο, ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ' Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος· ὅπερ μετελθὸν μὲν τὰ προσταχθέντα ὑπὸ τοῦ θεοῦ εὐδαιμόνησε σφαλὲν δὲ μετέγνω. Τί δὲ δεῖ λέγειν ὅσοι δυνάσται καὶ ὅσοι ἰδιῶται κατὰ τὰς ἱστορίας τῆς γραφῆς ἄμεινον ἢ χεῖρον προσέχοντες ταῖς προφητείαις ἢ ἀμελήσαντες ἀπήλλαξαν;

Εἰ δὲ καὶ περὶ ἀπαιδίας δεῖ λέγειν, ἐφ' ᾗ δυσφοροῦντές τινες γεγόνασι πατέρες ἢ μητέρες, τὰς περὶ τούτου εὐχὰς ἀναπέμψαντες τῷ τῶν ὅλων δημιουργῷ, ἀναγνώτω τις τὰ περὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας, ἐξ ὧν γέγονεν Ἰσαὰκ ἤδη γεγηρακότων, ὁ παντὸς τοῦ Ἰουδαίων ἔθνους πατὴρ καὶ ἑτέρων παρὰ τούτους, ἀναγνώτω δὲ καὶ τὰ περὶ Ἰεζεκίου, οὐ μόνον ἀπαλλαγὴν νόσου λαβόντος κατὰ τὰς Ἡσαΐου προφητείας ἀλλὰ καὶ τεθαῤῥηκότως εἰπόντος τό· «Ἀπὸ γὰρ τοῦ νῦν παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Καὶ ἐν τῇ τετάρτῃ δὲ τῶν Βασιλειῶν ἡ ὑποδεξαμένη τὸν Ἐλισσαῖον, χάριτι θεοῦ προφητεύσαντα περὶ γενέσεως παιδός, κατὰ τὰς εὐχὰς τοῦ Ἐλισσαίου γέγονε μήτηρ. Ἀλλὰ καὶ πηρώσεις ἰάθησαν μυρίαι ὑπὸ τοῦ Ἰησοῦ. Καὶ πολλοὶ πρὸς τῷ ἐν Ἱεροσολύμοις ἱερῷ τολμήσαντες ὑβρίσαι τὴν ἰουδαϊκὴν θρησκείαν πεπόνθασι τὰ ἀναγεγραμμένα ἐν τοῖς Μακκαβαϊκοῖς.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung